Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17 Joseph. AJ 18 (English) >>Joseph. AJ 19

18.1

Κυρίνιος note δὲ τῶν εἰς τὴν βουλὴν συναγομένων ἀνὴρ τάς τε ἄλλας ἀρχὰς ἐπιτετελεκὼς καὶ διὰ πασῶν ὁδεύσας ὕπατος γενέσθαι τά τε ἄλλα ἀξιώματι μέγας σὺν ὀλίγοις ἐπὶ Συρίας παρῆν, ὑπὸ Καίσαρος δικαιοδότης τοῦ ἔθνους ἀπεσταλμένος καὶ τιμητὴς τῶν οὐσιῶν γενησόμενος, 18.2Κωπώνιός τε αὐτῷ συγκαταπέμπεται τάγματος τῶν ἱππέων, ἡγησόμενος Ἰουδαίων τῇ ἐπὶ πᾶσιν ἐξουσίᾳ. παρῆν δὲ καὶ Κυρίνιος εἰς τὴν Ἰουδαίαν προσθήκην τῆς Συρίας γενομένην ἀποτιμησόμενός τε αὐτῶν τὰς οὐσίας καὶ ἀποδωσόμενος τὰ Ἀρχελάου χρήματα. 18.3οἱ δὲ καίπερ τὸ κατʼ ἀρχὰς ἐν δεινῷ φέροντες τὴν ἐπὶ ταῖς ἀπογραφαῖς ἀκρόασιν ὑποκατέβησαν τοῦ μὴ εἰς πλέον ἐναντιοῦσθαι πείσαντος αὐτοὺς τοῦ ἀρχιερέως Ἰωαζάρου, Βοηθοῦ δὲ οὗτος υἱὸς ἦν. καὶ οἱ μὲν ἡττηθέντες τοῦ Ἰωαζάρου τῶν λόγων ἀπετίμων τὰ χρήματα μηδὲν ἐνδοιάσαντες· 18.4Ἰούδας δὲ Γαυλανίτης ἀνὴρ ἐκ πόλεως ὄνομα Γάμαλα Σάδδωκον Φαρισαῖον προσλαβόμενος ἠπείγετο ἐπὶ ἀποστάσει, τήν τε ἀποτίμησιν οὐδὲν ἄλλο ἄντικρυς δουλείαν ἐπιφέρειν λέγοντες καὶ τῆς ἐλευθερίας ἐπʼ ἀντιλήψει παρακαλοῦντες τὸ ἔθνος· 18.5ὡς παρασχὸν μὲν κατορθοῦν εἰς τὸ εὔδαιμον ἀνακειμένης τῆς κτήσεως, σφαλεῖσιν δὲ τοῦ ταύτης περιόντος ἀγαθοῦ τιμὴν καὶ κλέος ποιήσεσθαι τοῦ μεγαλόφρονος, καὶ τὸ θεῖον οὐκ ἄλλως ἐπὶ συμπράξει τῶν βουλευμάτων εἰς τὸ κατορθοῦν συμπροθυμεῖσθαι μᾶλλον, ἂν μεγάλων ἐρασταὶ τῇ διανοίᾳ καθιστάμενοι μὴ ἐξαφίωνται πόνου τοῦ ἐπʼ αὐτοῖς. 18.6καὶ ἡδονῇ γὰρ τὴν ἀκρόασιν ὧν λέγοιεν ἐδέχοντο οἱ ἄνθρωποι, προύκοπτεν ἐπὶ μέγα ἐπιβολὴ τοῦ τολμήματος, κακόν τε οὐκ ἔστιν, οὗ μὴ φυέντος ἐκ τῶνδε τῶν ἀνδρῶν καὶ περαιτέρω τοῦ εἰπεῖν ἀνεπλήσθη τὸ ἔθνος· 18.7πολέμων τε ἐπαγωγαῖς οὐχ οἷον τὸ ἄπαυστον τὴν βίαν ἔχειν, καὶ ἀποστέρησιν φίλων, οἳ καὶ ἐπελαφρύνοιεν τὸν πόνον, λῃστηρίων τε μεγάλων ἐπιθέσεσιν καὶ διαφθοραῖς ἀνδρῶν τῶν πρώτων, δόξα μὲν τοῦ ὀρθουμένου τῶν κοινῶν, ἔργῳ δὲ οἰκείων κερδῶν ἐλπίσιν. 18.8ἐξ ὧν στάσεις τε ἐφύησαν διʼ αὐτὰς καὶ φόνος πολιτικός, μὲν ἐμφυλίοις σφαγαῖς μανίᾳ τῶν ἀνθρώπων εἴς τε ἀλλήλους καὶ αὑτοὺς χρωμένων ἐπιθυμίᾳ τοῦ μὴ λείπεσθαι τῶν ἀντικαθεστηκότων, δὲ τῶν πολεμίων, λιμός τε εἰς ὑστάτην ἀνακείμενος ἀναισχυντίαν, καὶ πόλεων ἁλώσεις καὶ κατασκαφαί, μέχρι δὴ καὶ τὸ ἱερὸν τοῦ θεοῦ ἐνείματο πυρὶ τῶν πολεμίων ἥδε στάσις. 18.9οὕτως ἄρα τῶν πατρίων καίνισις καὶ μεταβολὴ μεγάλας ἔχει ῥοπὰς τοῦ ἀπολουμένου τοῖς συνελθοῦσιν, εἴ γε καὶ Ἰούδας καὶ Σάδδωκος τετάρτην φιλοσοφίαν ἐπείσακτον ἡμῖν ἐγείραντες καὶ ταύτης ἐραστῶν εὐπορηθέντες πρός τε τὸ παρὸν θορύβων τὴν πολιτείαν ἐνέπλησαν καὶ τῶν αὖθις κακῶν κατειληφότων ῥίζας ἐφυτεύσαντο τῷ ἀσυνήθει πρότερον φιλοσοφίας τοιᾶσδε· 18.10περὶ ἧς ὀλίγα βούλομαι διελθεῖν, ἄλλως τε ἐπεὶ καὶ τῷ κατʼ αὐτῶν σπουδασθέντι τοῖς νεωτέροις φθόρος τοῖς πράγμασι συνέτυχε. 18.11

Ἰουδαίοις φιλοσοφίαι τρεῖς ἦσαν ἐκ τοῦ πάνυ ἀρχαίου τῶν πατρίων, τε τῶν Ἐσσηνῶν καὶ τῶν Σαδδουκαίων, τρίτην δὲ ἐφιλοσόφουν οἱ Φαρισαῖοι λεγόμενοι. καὶ τυγχάνει μέντοι περὶ αὐτῶν ἡμῖν εἰρημένα ἐν τῇ δευτέρᾳ βίβλῳ τοῦ Ἰουδαϊκοῦ πολέμου, μνησθήσομαι δʼ ὅμως καὶ νῦν αὐτῶν ἐπʼ ὀλίγον. 18.12

Οἵ τε γὰρ Φαρισαῖοι τὴν δίαιταν ἐξευτελίζουσιν οὐδὲν ἐς τὸ μαλακώτερον ἐνδιδόντες, ὧν τε λόγος κρίνας παρέδωκεν ἀγαθῶν ἕπονται τῇ ἡγεμονίᾳ περιμάχητον ἡγούμενοι τὴν φυλακὴν ὧν ὑπαγορεύειν ἠθέλησεν. τιμῆς γε τοῖς ἡλικίᾳ προήκουσιν παραχωροῦσιν οὐδʼ ἐπʼ ἀντιλέξει τῶν εἰσηγηθέντων ταῦτα οἱ θράσει ἐπαιρόμενοι. 18.13πράσσεσθαί τε εἱμαρμένῃ τὰ πάντα ἀξιοῦντες οὐδὲ τοῦ ἀνθρωπείου τὸ βουλόμενον τῆς ἐπʼ αὐτοῖς ὁρμῆς ἀφαιροῦνται δοκῆσαν τῷ θεῷ κρίσιν γενέσθαι καὶ τῷ ἐκείνης βουλευτηρίῳ καὶ τῶν ἀνθρώπων τῷ ἐθελήσαντι προσχωρεῖν μετʼ ἀρετῆς κακίας. 18.14ἀθάνατόν τε ἰσχὺν ταῖς ψυχαῖς πίστις αὐτοῖς εἶναι καὶ ὑπὸ χθονὸς δικαιώσεις τε καὶ τιμὰς οἷς ἀρετῆς κακίας ἐπιτήδευσις ἐν τῷ βίῳ γέγονεν, καὶ ταῖς μὲν εἱργμὸν ἀίδιον προτίθεσθαι, ταῖς δὲ ῥᾳστώνην τοῦ ἀναβιοῦν. 18.15καὶ διʼ αὐτὰ τοῖς τε δήμοις πιθανώτατοι τυγχάνουσιν καὶ ὁπόσα θεῖα εὐχῶν τε ἔχεται καὶ ἱερῶν ποιήσεως ἐξηγήσει τῇ ἐκείνων τυγχάνουσιν πρασσόμενα. εἰς τοσόνδε ἀρετῆς αὐτοῖς αἱ πόλεις ἐμαρτύρησαν ἐπιτηδεύσει τοῦ ἐπὶ πᾶσι κρείσσονος ἔν τε τῇ διαίτῃ τοῦ βίου καὶ λόγοις. 18.16

Σαδδουκαίοις δὲ τὰς ψυχὰς λόγος συναφανίζει τοῖς σώμασι, φυλακῇ δὲ οὐδαμῶς τινων μεταποίησις αὐτοῖς τῶν νόμων· πρὸς γὰρ τοὺς διδασκάλους σοφίας, ἣν μετίασιν, ἀμφιλογεῖν ἀρετὴν ἀριθμοῦσιν. 18.17εἰς ὀλίγους δὲ ἄνδρας οὗτος λόγος ἀφίκετο, τοὺς μέντοι πρώτους τοῖς ἀξιώμασι, πράσσεταί τε ἀπʼ αὐτῶν οὐδὲν ὡς εἰπεῖν· ὁπότε γὰρ ἐπʼ ἀρχὰς παρέλθοιεν, ἀκουσίως μὲν καὶ κατʼ ἀνάγκας, προσχωροῦσι δʼ οὖν οἷς Φαρισαῖος λέγει διὰ τὸ μὴ ἄλλως ἀνεκτοὺς γενέσθαι τοῖς πλήθεσιν. 18.18

Ἐσσηνοῖς δὲ ἐπὶ μὲν θεῷ καταλείπειν φιλεῖ τὰ πάντα λόγος, ἀθανατίζουσιν δὲ τὰς ψυχὰς περιμάχητον ἡγούμενοι τοῦ δικαίου τὴν πρόσοδον. 18.19εἰς δὲ τὸ ἱερὸν ἀναθήματα στέλλοντες θυσίας ἐπιτελοῦσιν διαφορότητι ἁγνειῶν, ἃς νομίζοιεν, καὶ διʼ αὐτὸ εἰργόμενοι τοῦ κοινοῦ τεμενίσματος ἐφʼ αὑτῶν τὰς θυσίας ἐπιτελοῦσιν. βέλτιστοι δὲ ἄλλως ἄνδρες τὸν τρόπον καὶ τὸ πᾶν πονεῖν ἐπὶ γεωργίᾳ τετραμμένοι. 18.20ἄξιον δʼ αὐτῶν θαυμάσαι παρὰ πάντας τοὺς ἀρετῆς μεταποιουμένους τόδε διὰ τὸ μηδαμῶς ὑπάρξαν Ἑλλήνων βαρβάρων τισίν, ἀλλὰ μηδʼ εἰς ὀλίγον, ἐκείνοις ἐκ παλαιοῦ συνελθὸν ἐν τῷ ἐπιτηδεύεσθαι μὴ κεκωλῦσθαι· τὰ χρήματά τε κοινά ἐστιν αὐτοῖς, ἀπολαύει δὲ οὐδὲν πλούσιος τῶν οἰκείων μειζόνως μηδʼ ὁτιοῦν κεκτημένος· καὶ τάδε πράσσουσιν ἄνδρες ὑπὲρ τετρακισχίλιοι τὸν ἀριθμὸν ὄντες. 18.21καὶ οὔτε γαμετὰς εἰσάγονται οὔτε δούλων ἐπιτηδεύουσιν κτῆσιν, τὸ μὲν εἰς ἀδικίαν φέρειν ὑπειληφότες, τὸ δὲ στάσεως ἐνδιδόναι ποίησιν, αὐτοὶ δʼ ἐφʼ ἑαυτῶν ζῶντες διακονίᾳ τῇ ἐπʼ ἀλλήλοις ἐπιχρῶνται. 18.22ἀποδέκτας δὲ τῶν προσόδων χειροτονοῦντες καὶ ὁπόσα γῆ φέροι ἄνδρας ἀγαθούς, ἱερεῖς δὲ ἐπὶ ποιήσει σίτου τε καὶ βρωμάτων. ζῶσι δὲ οὐδὲν παρηλλαγμένως, ἀλλʼ ὅτι μάλιστα ἐμφέροντες Δακῶν τοῖς πλείστοις λεγομένοις. 18.23

Τῇ δὲ τετάρτῃ τῶν φιλοσοφιῶν Γαλιλαῖος Ἰούδας ἡγεμὼν κατέστη, τὰ μὲν λοιπὰ πάντα γνώμῃ τῶν Φαρισαίων ὁμολογούσῃ, δυσνίκητος δὲ τοῦ ἐλευθέρου ἔρως ἐστὶν αὐτοῖς μόνον ἡγεμόνα καὶ δεσπότην τὸν θεὸν ὑπειληφόσιν. θανάτων τε ἰδέας ὑπομένειν παρηλλαγμένας ἐν ὀλίγῳ τίθενται καὶ συγγενῶν τιμωρίας καὶ φίλων ὑπὲρ τοῦ μηδένα ἄνθρωπον προσαγορεύειν δεσπότην. 18.24ἑωρακόσιν δὲ τοῖς πολλοῖς τὸ ἀμετάλλακτον αὐτῶν τῆς ἐπὶ τοιούτοις ὑποστάσεως περαιτέρω διελθεῖν παρέλιπον· οὐ γὰρ δέδοικα μὴ εἰς ἀπιστίαν ὑποληφθῇ τι τῶν λεγομένων ἐπʼ αὐτοῖς, τοὐναντίον δὲ μὴ ἐλασσόνως τοῦ ἐκείνων καταφρονήματος δεχομένου τὴν ταλαιπωρίαν τῆς ἀλγηδόνος λόγος ἀφηγῆται. 18.25ἀνοίᾳ τε τῇ ἐντεῦθεν ἤρξατο νοσεῖν τὸ ἔθνος Γεσσίου Φλώρου, ὃς ἡγεμὼν ἦν, τῇ ἐξουσίᾳ τοῦ ὑβρίζειν ἀπονοήσαντος αὐτοὺς ἀποστῆναι Ῥωμαίων. καὶ φιλοσοφεῖται μὲν Ἰουδαίοις τοσάδε. 18.26

Κυρίνιος δὲ τὰ Ἀρχελάου χρήματα ἀποδόμενος ἤδη καὶ τῶν ἀποτιμήσεων πέρας ἐχουσῶν, αἳ ἐγένοντο τριακοστῷ καὶ ἑβδόμῳ ἔτει μετὰ τὴν Ἀντωνίου ἐν Ἀκτίῳ ἧτταν ὑπὸ Καίσαρος, Ἰωάζαρον τὸν ἀρχιερέα καταστασιασθέντα ὑπὸ τῆς πληθύος ἀφελόμενος τὸ ἀξίωμα τῆς τιμῆς Ἄνανον τὸν Σεθὶ καθίσταται ἀρχιερέα. 18.27Ἡρώδης δὲ καὶ Φίλιππος τετραρχίαν ἑκάτερος τὴν ἑαυτοῦ παρειληφότες καθίσταντο. καὶ Ἡρώδης Σέπφωριν τειχίσας πρόσχημα τοῦ Γαλιλαίου παντὸς ἠγόρευεν αὐτὴν Αὐτοκρατορίδα· Βηθαραμφθᾶ δέ, πόλις καὶ αὐτὴ τυγχάνει, τείχει περιλαβὼν Ἰουλιάδα ἀπὸ τοῦ αὐτοκράτορος προσαγορεύει τῆς γυναικός. 18.28Φίλιππος δὲ Πανεάδα τὴν πρὸς ταῖς πηγαῖς τοῦ Ἰορδάνου κατασκευάσας ὀνομάζει Καισάρειαν, κώμην δὲ Βηθσαϊδὰ πρὸς λίμνῃ τῇ Γεννησαρίτιδι πόλεως παρασχὼν ἀξίωμα πλήθει τε οἰκητόρων καὶ τῇ ἄλλῃ δυνάμει Ἰουλίᾳ θυγατρὶ τῇ Καίσαρος ὁμώνυμον ἐκάλεσεν. 18.29

Κωπωνίου δὲ τὴν Ἰουδαίαν διέποντος, ὃν ἔφην Κυρινίῳ συνεκπεμφθῆναι, τάδε πράσσεται. τῶν ἀζύμων τῆς ἑορτῆς ἀγομένης, ἣν πάσχα καλοῦμεν, ἐκ μέσης νυκτὸς ἐν ἔθει τοῖς ἱερεῦσιν ἦν ἀνοιγνύναι τοῦ ἱεροῦ τοὺς πυλῶνας. 18.30καὶ τότε οὖν ἐπεὶ τὸ πρῶτον γίνεται ἄνοιξις αὐτῶν, ἄνδρες Σαμαρεῖται κρύφα εἰς Ἱεροσόλυμα ἐλθόντες διάρριψιν ἀνθρωπείων ὀστῶν ἐν ταῖς στοαῖς καὶ διὰ παντὸς τοῦ ἱεροῦ ἤρξαντο μὴ πρότερον ἐπὶ τοιούτοις νομίζοντες τά τε ἄλλα διὰ φυλακῆς μείζονος ἦγον τὸ ἱερόν. 18.31καὶ Κωπώνιος μετʼ οὐ πολὺ εἰς Ῥώμην ἐπαναχωρεῖ, διάδοχος δʼ αὐτῷ τῆς ἀρχῆς παραγίνεται Μᾶρκος Ἀμβιβουχος, ἐφʼ οὗ καὶ Σαλώμη τοῦ βασιλέως Ἡρώδου ἀδελφὴ μεταστᾶσα Ἰουλίᾳ μὲν Ἰάμνειάν τε καταλείπει καὶ τὴν τοπαρχίαν πᾶσαν, τήν τʼ ἐν τῷ πεδίῳ Φασαηλίδα καὶ Ἀρχελαΐδα, ἔνθα φοινίκων πλείστη φύτευσις καὶ καρπὸς αὐτῶν ἄριστος. 18.32διαδέχεται δὲ καὶ τοῦτον Ἄννιος Ῥοῦφος, ἐφʼ οὗ δὴ καὶ τελευτᾷ Καῖσαρ, δεύτερος μὲν Ῥωμαίων αὐτοκράτωρ γενόμενος ἑπτὰ δὲ καὶ πεντήκοντα τῆς ἀρχῆς ἔτη, πρὸς οἷς μῆνες ἓξ ἡμέραι δυοῖν πλείονες, τούτου δὲ αὐτῷ τοῦ χρόνου δεκατέσσαρα ἔτη συνῆρξεν Ἀντώνιος, βιώσας ἔτη ἑβδομηκονταεπτά. 18.33διαδέχεται δὲ τῷ Καίσαρι τὴν ἡγεμονίαν Τιβέριος Νέρων γυναικὸς αὐτοῦ Ἰουλίας υἱὸς ὤν, τρίτος ἤδη οὗτος αὐτοκράτωρ, καὶ πεμπτὸς ὑπʼ αὐτοῦ παρῆν Ἰουδαίοις ἔπαρχος διάδοχος Ἀννίῳ Ῥούφῳ Οὐαλέριος Γρᾶτος· 18.34ὃς παύσας ἱερᾶσθαι Ἄνανον Ἰσμάηλον ἀρχιερέα ἀποφαίνει τὸν τοῦ Φαβί, καὶ τοῦτον δὲ μετʼ οὐ πολὺ μεταστήσας Ἐλεάζαρον τὸν Ἀνάνου τοῦ ἀρχιερέως υἱὸν ἀποδείκνυσιν ἀρχιερέα. ἐνιαυτοῦ δὲ διαγενομένου καὶ τόνδε παύσας Σίμωνι τῷ Καμίθου τὴν ἀρχιερωσύνην παραδίδωσιν. 18.35οὐ πλείων δὲ καὶ τῷδε ἐνιαυτοῦ τὴν τιμὴν ἔχοντι διεγένετο χρόνος, καὶ Ἰώσηπος καὶ Καϊάφας διάδοχος ἦν αὐτῷ. καὶ Γρᾶτος μὲν ταῦτα πράξας εἰς Ῥώμην ἐπανεχώρει ἕνδεκα ἔτη διατρίψας ἐν Ἰουδαίᾳ, Πόντιος δὲ Πιλᾶτος διάδοχος αὐτῷ ἧκεν. 18.36

Ἡρώδης δὲ τετράρχης, ἐπὶ μέγα γὰρ ἦν τῷ Τιβερίῳ φιλίας προελθών, οἰκοδομεῖται πόλιν ἐπώνυμον αὐτῷ Τιβεριάδα τοῖς κρατίστοις ἐπικτίσας αὐτὴν τῆς Γαλιλαίας ἐπὶ λίμνῃ τῇ Γεννησαρίτιδι. θερμά τε οὐκ ἄπωθέν ἐστιν ἐν κώμῃ, Ἀμμαθοὺς ὄνομα αὐτῇ. 18.37σύγκλυδες δὲ ᾤκισαν, οὐκ ὀλίγον δὲ καὶ τὸ Γαλιλαῖον ἦν, καὶ ὅσοι μὲν ἐκ τῆς ὑπʼ αὐτῷ γῆς ἀναγκαστοὶ καὶ πρὸς βίαν εἰς τὴν κατοικίαν ἀγόμενοι, τινὲς δὲ καὶ τῶν ἐν τέλει. ἐδέξατο δὲ αὐτοῖς συνοίκους καὶ τοὺς πανταχόθεν ἐπισυναγομένους ἄνδρας ἀπόρους, 18.38ἔστι δʼ οὓς μηδὲ σαφῶς ἐλευθέρους, πολλά τε αὐτοὺς κἀπὶ πολλοῖς ἠλευθέρωσεν καὶ εὐηργέτησεν ἀνάγκασμα τοῦ μὴ ἀπολείψειν τὴν πόλιν ἐπιθείς, κατασκευαῖς τε οἰκήσεων τέλεσι τοῖς αὐτοῦ καὶ γῆς ἐπιδόσει, εἰδὼς παράνομον τὸν οἰκισμὸν ὄντα καὶ ἀπὸ τοῦ Ἰουδαίοις πατρίου διὰ τὸ ἐπὶ μνήμασιν, πολλὰ τῇδε ἦν, ἀνῃρημένοις τὴν ἵδρυσιν τῇ Τιβεριάδι γενέσθαι· μιαροὺς δὲ ἐπὶ ἑπτὰ ἡμέρας εἶναι τοὺς οἰκήτορας ἀγορεύει ἡμῖν τὸ νόμιμον. 18.39

Τελευτᾷ δὲ καὶ Φραάτης Παρθυαίων βασιλεὺς κατὰ τοῦτον τὸν χρόνον ἐπιβουλῆς αὐτῷ γενομένης ὑπὸ Φραατάκου τοῦ υἱέος κατὰ τοιαύτην αἰτίαν. 18.40Φραάτης παίδων αὐτῷ γενομένων γνησίων Ἰταλικῆς παιδίσκης ὄνομα αὐτῇ Θεσμοῦσα. ταύτῃ ὑπὸ Ἰουλίου Καίσαρος μετʼ ἄλλων δωρεῶν ἀπεσταλμένῃ τὸ μὲν πρῶτον παλλακίδι ἐχρῆτο, καταπλαγεὶς δὲ τῷ πολλῷ τῆς εὐμορφίας προϊόντος τοῦ χρόνου καὶ παιδὸς αὐτῇ τοῦ Φραατάκου γενομένου γαμετήν τε τὴν ἄνθρωπον ἀποφαίνεται καὶ τιμίαν ἦγεν. 18.41ἐπὶ πᾶσιν οἷς εἴποι πιθανὴ τῷ βασιλεῖ γεγονυῖα καὶ σπεύδουσα τῷ παιδὶ τῷ αὐτῆς γενέσθαι τὴν Πάρθων ἡγεμονίαν ἑώρα μὴ ἄλλως γενησομένην μὴ ἀποσκευῆς αὐτῇ μηχανηθείσης τῶν γνησίων τοῦ Φραάτου παίδων. 18.42πείθει οὖν αὐτὸν ἐκπέμπειν εἰς Ῥώμην ἐφʼ ὁμηρείᾳ τοὺς γνησίους παῖδας. καὶ οὗτοι μέν, οὐ γὰρ ἀντειπεῖν εὔπορον Φραάτῃ τοῖς Θεσμούσης ἐπιτάγμασιν, ἐπὶ τῆς Ῥώμης ἐξεπέμποντο. Φραατάκης δὲ μόνος ἐπὶ τοῖς πράγμασι τρεφόμενος δεινὸν ἡγεῖτο καὶ ἅμα χρόνιον τοῦ πατρὸς διδόντος τὴν ἀρχὴν λαμβάνειν, ὥστε ἐπεβούλευε τῷ πατρὶ συμπράξει τῆς μητρός, δὴ καὶ συνιέναι λόγος εἶχεν αὐτόν. 18.43καὶ διʼ ἀμφότερα μισηθεὶς οὐδὲν ἡσσόνως τῆς πατροκτονίας τὸ μῦσος τοῦ μητρὸς ἔρωτος τιθεμένων τῶν ὑπηκόων, στάσει περιελαθεὶς πρότερον φῦναι μέγας ἐξέπεσε τῶν πραγμάτων καὶ οὕτως θνήσκει. 18.44συμφρονήσαντες δὲ οἱ γενναιότατοι Πάρθων, ὡς ἀβασιλεύτοις μὲν ἀμήχανον πολιτεύεσθαι, οἱ δὲ τοῦ βασιλεύοντος ἐκ τοῦ γένους τῶν Ἀρσακιδῶν, οὐ γὰρ ἑτέροις ἄρχειν νόμιμον, ἀπέχρη δὲ πολλάκις καὶ μέχρι νῦν περιυβρίσθαι τὴν βασιλείαν ἔκ τε γάμων τῆς Ἰταλικῆς παλλακίδος καὶ γενέσεων, Ὀρώδην ἐκάλουν πρεσβεύσαντες εἰς δάν, ἄλλως μὲν ἐπίφθονον τῷ πλήθει καὶ ὑπαίτιον καθʼ ὑπερβολὰς ὠμότητος, πάνυ γὰρ ἦν σκαιὸς καὶ δυσδιάθετος εἰς ὀργήν, ἕνα δὲ τῶν ἐκ τοῦ γένους. 18.45τοῦτον μὲν δὴ συστάντες ἀποκτείνουσιν, ὡς μὲν ἔνιοί φασιν, ἐν σπονδαῖς καὶ τραπέζαις, μαχαιροφορεῖν γὰρ ἔθος ἅπασιν, ὡς δʼ πλείων κατέχει λόγος, εἰς θήραν προαγαγόντες. 18.46πρεσβεύσαντες δὲ εἰς Ῥώμην ᾐτοῦντο βασιλέα τῶν ὁμηρευόντων, καὶ πέμπεται Βονώνης προκριθεὶς τῶν ἀδελφῶν· ἐδόκει γὰρ χωρεῖν τὴν τύχην, ἣν αὐτῷ δύο μέγισται τῶν ὑπὸ τὸν ἥλιον ἡγεμονίαι προσέφερον, ἰδία καὶ ἀλλοτρία. 18.47ταχεῖα δʼ ἀνατροπὴ τοὺς βαρβάρους ὕπεισιν ἅτε καὶ φύσει σφαλεροὺς ὄντας πρός τε τὴν ἀναξιοπάθειαν, ἀνδραπόδῳ γὰρ ἀλλοτρίῳ ποιήσειν τὸ προστασσόμενον ἠξίουν, τὴν ὁμηρείαν ἀντὶ δουλείας ὀνομάζοντες, καὶ τῆς ἐπικλήσεως τὴν ἀδοξίαν· οὐ γὰρ ἂν πολέμου δικαίῳ δεδόσθαι τὸν βασιλεύσοντα Πάρθοις, ἀλλά, τῷ παντὶ χεῖρον, εἰρήνης ὕβρει. 18.48παραχρῆμα δʼ ἐκάλουν Ἀρτάβανον Μηδίας βασιλεύοντα γένος Ἀρσακίδην· πείθεται δʼ Ἀρτάβανος καὶ μετὰ στρατιᾶς ἔπεισιν. ὑπαντιάζει δʼ αὐτῷ Βονώνης· καὶ τὸ μὲν πρῶτον συμφρονήσαντος αὐτῷ τοῦ πλήθους τῶν Πάρθων παραταξάμενος νικᾷ, καὶ φεύγει πρὸς τοὺς ὅρους τῆς Μηδίας Ἀρτάβανος. 18.49μετʼ οὐ πολὺ δὲ συναγαγὼν συμβάλλει τε Βονώνῃ καὶ νικᾷ, καὶ Βονώνης εἰς Σελεύκειαν ἀφιππάζεται σὺν ὀλίγοις τοῖς περὶ αὐτόν. Ἀρτάβανος δὲ πολὺν τῇ τροπῇ φόνον ἐργασάμενος ὑπὲρ ἐκπλήξεως τῶν βαρβάρων πρὸς Κτησιφῶντα μετὰ τοῦ πλήθους ἀναχωρεῖ. 18.50κἀκεῖνος μὲν ἐβασίλευεν ἤδη Πάρθοις, Βονώνης δʼ εἰς Ἀρμενίαν διαπίπτει, καὶ κατʼ ἀρχὰς μὲν ἐφίετο τῆς χώρας καὶ πρὸς Ῥωμαίους ἐπρέσβευεν. 18.51ὡς δʼ αὐτῷ Τιβέριος μὲν ἀπεῖπεν πρός τε τὴν ἀνανδρίαν καὶ τοῦ Πάρθου τὰς ἀπειλάς, ἀναπρεσβεύει γὰρ δὴ πόλεμον ἀνατεινόμενος, μηχανὴ δʼ ἦν ἑτέρας βασιλείας οὐδεμία, καὶ γὰρ οἱ περὶ Νιφάτην δυνατοὶ τῶν Ἀρμενίων Ἀρταβάνῳ προστίθενται, 18.52παραδίδωσιν αὑτὸν Σιλανῷ τῷ τῆς Συρίας στρατηγῷ. κἀκεῖνος μὲν κατὰ αἰδῶ τῆς ἐν Ῥώμῃ κομιδῆς ἐν Συρίᾳ παρεφυλάσσετο· τὴν δὲ Ἀρμενίαν Ὀρώδῃ δίδωσιν Ἀρτάβανος ἑνὶ τῶν ἑαυτοῦ παίδων. 18.53

Ἐτελεύτησεν δὲ καὶ τῆς Κομμαγηνῆς βασιλεὺς Ἀντίοχος, διέστη δὲ τὸ πλῆθος πρὸς τοὺς γνωρίμους καὶ πρεσβεύουσιν ἀφʼ ἑκατέρου μέρους, οἱ μὲν δυνατοὶ μεταβάλλειν τὸ σχῆμα τῆς πολιτείας εἰς ἐπαρχίαν ἀξιοῦντες, τὸ πλῆθος δὲ βασιλεύεσθαι κατὰ τὰ πάτρια. 18.54καὶ ψηφίζεται σύγκλητος Γερμανικὸν πέμπειν διορθώσοντα τὰ κατὰ τὴν ἀνατολὴν πραγματευομένης αὐτῷ τῆς τύχης εὐκαιρίαν τοῦ θανάτου· καὶ γὰρ γενόμενος κατὰ τὴν ἀνατολὴν καὶ πάντα διορθώσας ἀνῃρέθη φαρμάκῳ ὑπὸ Πείσωνος, καθὼς ἐν ἄλλοις δεδήλωται. 18.55

Πιλᾶτος δὲ τῆς Ἰουδαίας ἡγεμὼν στρατιὰν ἐκ Καισαρείας ἀγαγὼν καὶ μεθιδρύσας χειμαδιοῦσαν ἐν Ἱεροσολύμοις ἐπὶ καταλύσει τῶν νομίμων τῶν Ἰουδαϊκῶν ἐφρόνησε, προτομὰς Καίσαρος, αἳ ταῖς σημαίαις προσῆσαν, εἰσαγόμενος εἰς τὴν πόλιν, εἰκόνων ποίησιν ἀπαγορεύοντος ἡμῖν τοῦ νόμου. 18.56καὶ διὰ τοῦτο οἱ πρότερον ἡγεμόνες ταῖς μὴ μετὰ τοιῶνδε κόσμων σημαίαις ἐποιοῦντο εἴσοδον τῇ πόλει. πρῶτος δὲ Πιλᾶτος ἀγνοίᾳ τῶν ἀνθρώπων διὰ τὸ νύκτωρ γενέσθαι τὴν εἴσοδον ἱδρύεται τὰς εἰκόνας φέρων εἰς τὰ Ἱεροσόλυμα. 18.57οἱ δʼ ἐπεὶ ἔγνωσαν κατὰ πληθὺν παρῆσαν εἰς Καισάρειαν ἱκετείαν ποιούμενοι ἐπὶ πολλὰς ἡμέρας ἐπὶ μεταθέσει τῶν εἰκόνων. καὶ μὴ συγχωροῦντος διὰ τὸ εἰς ὕβριν Καίσαρι φέρειν, ἐπείπερ οὐκ ἐξανεχώρουν λιπαρεῖν κατὰ ἕκτην ἡμέραν ἐν ὅπλοις ἀφανῶς ἐπικαθίσας τὸ στρατιωτικὸν αὐτὸς ἐπὶ τὸ βῆμα ἧκεν. τὸ δʼ ἐν τῷ σταδίῳ κατεσκεύαστο, ὅπερ ἀπέκρυπτε τὸν ἐφεδρεύοντα στρατόν. 18.58πάλιν δὲ τῶν Ἰουδαίων ἱκετείᾳ χρωμένων ἀπὸ συνθήματος περιστήσας τοὺς στρατιώτας ἠπείλει θάνατον ἐπιθήσειν ζημίαν ἐκ τοῦ ὀξέος, εἰ μὴ παυσάμενοι θορυβεῖν ἐπὶ τὰ οἰκεῖα ἀπίοιεν. 18.59οἱ δὲ πρηνεῖς ῥίψαντες ἑαυτοὺς καὶ γυμνοῦντες τὰς σφαγὰς ἡδονῇ δέξασθαι τὸν θάνατον ἔλεγον τολμήσειν τὴν σοφίαν παραβήσεσθαι τῶν νόμων. καὶ Πιλᾶτος θαυμάσας τὸ ἐχυρὸν αὐτῶν ἐπὶ φυλακῇ τῶν νόμων παραχρῆμα τὰς εἰκόνας ἐκ τῶν Ἱεροσολύμων ἐπανεκόμισεν εἰς Καισάρειαν. 18.60

Ὑδάτων δὲ ἐπαγωγὴν εἰς τὰ Ἱεροσόλυμα ἔπραξεν δαπάνῃ τῶν ἱερῶν χρημάτων ἐκλαβὼν τὴν ἀρχὴν τοῦ ῥεύματος ὅσον ἀπὸ σταδίων διακοσίων, οἱ δʼ οὐκ ἠγάπων τοῖς ἀμφὶ τὸ ὕδωρ δρωμένοις πολλαί τε μυριάδες ἀνθρώπων συνελθόντες κατεβόων αὐτοῦ παύσασθαι τοῦ ἐπὶ τοιούτοις προθυμουμένου, τινὲς δὲ καὶ λοιδορίᾳ χρώμενοι ὕβριζον εἰς τὸν ἄνδρα, οἷα δὴ φιλεῖ πράσσειν ὅμιλος. 18.61 δὲ στολῇ τῇ ἐκείνων πολὺ πλῆθος στρατιωτῶν ἀμπεχόμενον, οἳ ἐφέροντο σκυτάλας ὑπὸ ταῖς στολαῖς, διαπέμψας εἰς περιέλθοιεν αὐτούς, αὐτὸς ἐκέλευσεν ἀναχωρεῖν. τῶν δὲ ὡρμηκότων εἰς τὸ λοιδορεῖν ἀποδίδωσι τοῖς στρατιώταις προσυνέκειτο σημεῖον. 18.62οἱ δὲ καὶ πολὺ μειζόνως ἤπερ ἐπέταξεν Πιλᾶτος ἐχρῶντο πληγαῖς τούς τε θορυβοῦντας ἐν ἴσῳ καὶ μὴ κολάζοντες οἱ δʼ εἰσεφέροντο μαλακὸν οὐδέν, ὥστε ἄοπλοι ληφθέντες ὑπʼ ἀνδρῶν ἐκ παρασκευῆς ἐπιφερομένων πολλοὶ μὲν αὐτῶν ταύτῃ καὶ ἀπέθνησκον, οἱ δὲ καὶ τραυματίαι ἀνεχώρησαν. καὶ οὕτω παύεται στάσις. 18.63

Γίνεται δὲ κατὰ τοῦτον τὸν χρόνον Ἰησοῦς σοφὸς ἀνήρ, εἴγε ἄνδρα αὐτὸν λέγειν χρή· ἦν γὰρ παραδόξων ἔργων ποιητής, διδάσκαλος ἀνθρώπων τῶν ἡδονῇ τἀληθῆ δεχομένων, καὶ πολλοὺς μὲν Ἰουδαίους, πολλοὺς δὲ καὶ τοῦ Ἑλληνικοῦ ἐπηγάγετο· χριστὸς οὗτος ἦν. 18.64καὶ αὐτὸν ἐνδείξει τῶν πρώτων ἀνδρῶν παρʼ ἡμῖν σταυρῷ ἐπιτετιμηκότος Πιλάτου οὐκ ἐπαύσαντο οἱ τὸ πρῶτον ἀγαπήσαντες· ἐφάνη γὰρ αὐτοῖς τρίτην ἔχων ἡμέραν πάλιν ζῶν τῶν θείων προφητῶν ταῦτά τε καὶ ἄλλα μυρία περὶ αὐτοῦ θαυμάσια εἰρηκότων. εἰς ἔτι τε νῦν τῶν Χριστιανῶν ἀπὸ τοῦδε ὠνομασμένον οὐκ ἐπέλιπε τὸ φῦλον. 18.65

Καὶ ὑπὸ τοὺς αὐτοὺς χρόνους ἕτερόν τι δεινὸν ἐθορύβει τοὺς Ἰουδαίους καὶ περὶ τὸ ἱερὸν τῆς Ἴσιδος τὸ ἐν Ῥώμῃ πράξεις αἰσχυνῶν οὐκ ἀπηλλαγμέναι συντυγχάνουσιν. καὶ πρότερον τοῦ τῶν Ἰσιακῶν τολμήματος μνήμην ποιησάμενος οὕτω μεταβιβῶ τὸν λόγον ἐπὶ τὰ ἐν τοῖς Ἰουδαίοις γεγονότα. 18.66Παυλῖνα ἦν τῶν ἐπὶ Ῥώμης προγόνων τε ἀξιώματι τῶν καθʼ ἑαυτὴν ἐπιτηδεύοντι κόσμον ἀρετῆς ἐπὶ μέγα προϊοῦσα τῷ ὀνόματι, δύναμίς τε αὐτῇ χρημάτων ἦν καὶ γεγονυῖα τὴν ὄψιν εὐπρεπὴς καὶ τῆς ὥρας ἐν μάλιστα ἀγάλλονται αἱ γυναῖκες εἰς τὸ σωφρονεῖν ἀνέκειτο ἐπιτήδευσις τοῦ βίου. ἐγεγάμητο δὲ Σατορνίνῳ τῶν εἰς τὰ πάντα ἀντισουμένων τῷ περὶ αὐτὴν ἀξιολόγῳ. 18.67ταύτης ἐρᾷ Δέκιος Μοῦνδος τῶν τότε ἱππέων ἐν ἀξιώματι μεγάλῳ, καὶ μείζονα οὖσαν ἁλῶναι δώροις διὰ τὸ καὶ πεμφθέντων εἰς πλῆθος περιιδεῖν ἐξῆπτο μᾶλλον, ὥστε καὶ εἴκοσι μυριάδας δραχμῶν Ἀτθίδων ὑπισχνεῖτο εὐνῆς μιᾶς. 18.68καὶ μηδʼ ὣς ἐπικλωμένης, οὐ φέρων τὴν ἀτυχίαν τοῦ ἔρωτος ἐνδείᾳ σιτίων θάνατον ἐπιτιμᾶν αὑτῷ καλῶς ἔχειν ἐνόμισεν ἐπὶ παύλῃ κακοῦ τοῦ κατειληφότος. καὶ μὲν ἐπεψήφιζέν τε τῇ οὕτω τελευτῇ καὶ πράσσειν οὐκ ἀπηλλάσσετο. 18.69καὶ ἦν γὰρ ὄνομα Ἴδη πατρῷος ἀπελευθέρα τῷ Μούνδῳ παντοίων ἴδρις κακῶν, δεινῶς φέρουσα τοῦ νεανίσκου τῷ ψηφίσματι τοῦ θανεῖν, οὐ γὰρ ἀφανὴς ἦν ἀπολούμενος, ἀνεγείρει τε αὐτὸν ἀφικομένη διὰ λόγου πιθανή τε ἦν ἐλπίδων τινῶν ὑποσχέσεσιν, ὡς διαπραχθησομένων ὁμιλιῶν πρὸς τὴν Παυλῖναν αὐτῷ. 18.70καὶ δεχομένου τὴν ἱκετείαν ἡδονῇ πέντε μυριάδων δεήσειν αὐτῇ μόνων ἔλεγεν ἐπὶ ἁλώσει τῆς γυναικός. καὶ μὲν ἐπὶ τούτοις ἀνεγείρασα τὸν νεανίσκον καὶ τὸ αἰτηθὲν λαβοῦσα ἀργύριον οὐ τὰς αὐτὰς ὁδοὺς ἐστέλλετο τοῖς προδεδιακονημένοις ὁρῶσα τῆς γυναικὸς τὸ μηδαμῶς χρημάτων ἁλισκόμενον, εἰδυῖα δὲ αὐτὴν θεραπείᾳ τῆς Ἴσιδος σφόδρα ὑπηγμένην τεχνᾶταί τι τοιόνδε. 18.71τῶν ἱερέων τισὶν ἀφικομένη διὰ λόγων ἐπὶ πίστεσιν μεγάλαις τὸ δὲ μέγιστον δόσει χρημάτων τὸ μὲν παρὸν μυριάδων δυοῖν καὶ ἡμίσει, λαβόντος δʼ ἔκβασιν τοῦ πράγματος ἑτέρῳ τοσῷδε, διασαφεῖ τοῦ νεανίσκου τὸν ἔρωτα αὐτοῖς, κελεύουσα παντοίως ἐπὶ τῷ ληψομένῳ τὴν ἄνθρωπον σπουδάσαι. 18.72οἱ δʼ ἐπὶ πληγῇ τοῦ χρυσίου παραχθέντες ὑπισχνοῦντο. καὶ αὐτῶν γεραίτατος ὡς τὴν Παυλῖναν ὠσάμενος γενομένων εἰσόδων καταμόνας διὰ λόγων ἐλθεῖν ἠξίου. καὶ συγχωρηθὲν πεμπτὸς ἔλεγεν ἥκειν ὑπὸ τοῦ Ἀνούβιδος ἔρωτι αὐτῆς ἡσσημένου τοῦ θεοῦ κελεύοντός τε ὡς αὐτὸν ἐλθεῖν. 18.73τῇ δὲ εὐκτὸς λόγος ἦν καὶ ταῖς τε φίλαις ἐνεκαλλωπίζετο τῇ ἐπὶ τοιούτοις ἀξιώσει τοῦ Ἀνούβιδος καὶ φράζει πρὸς τὸν ἄνδρα, δεῖπνόν τε αὐτῇ καὶ εὐνὴν τοῦ Ἀνούβιδος εἰσηγγέλθαι, συνεχώρει δʼ ἐκεῖνος τὴν σωφροσύνην τῆς γυναικὸς ἐξεπιστάμενος. 18.74χωρεῖ οὖν εἰς τὸ τέμενος, καὶ δειπνήσασα, ὡς ὕπνου καιρὸς ἦν, κλεισθεισῶν τῶν θυρῶν ὑπὸ τοῦ ἱερέως ἔνδον ἐν τῷ νεῷ καὶ τὰ λύχνα ἐκποδὼν ἦν καὶ Μοῦνδος, προεκέκρυπτο γὰρ τῇδε, οὐχ ἡμάρτανεν ὁμιλιῶν τῶν πρὸς αὐτήν, παννύχιόν τε αὐτῷ διηκονήσατο ὑπειληφυῖα θεὸν εἶναι. 18.75καὶ ἀπελθόντος πρότερον κίνησιν ἄρξασθαι τῶν ἱερέων, οἳ τὴν ἐπιβουλὴν ᾔδεσαν, Παυλῖνα πρωῒ ὡς τὸν ἄνδρα ἐλθοῦσα τὴν ἐπιφάνειαν ἐκδιηγεῖται τοῦ Ἀνούβιδος καὶ πρὸς τὰς φίλας ἐνελαμπρύνετο λόγοις τοῖς ἐπʼ αὐτῷ. 18.76οἱ δὲ τὰ μὲν ἠπίστουν εἰς τὴν φύσιν τοῦ πράγματος ὁρῶντες, τὰ δʼ ἐν θαύματι καθίσταντο οὐκ ἔχοντες, ὡς χρὴ ἄπιστα αὐτὰ κρίνειν, ὁπότε εἴς τε τὴν σωφροσύνην καὶ τὸ ἀξίωμα ἀπίδοιεν αὐτῆς. 18.77τρίτῃ δὲ ἡμέρᾳ μετὰ τὴν πρᾶξιν ὑπαντιάσας αὐτὴν ΜοῦνδοςΠαυλῖνα, φησίν, ἀλλά μοι καὶ εἴκοσι μυριάδας διεσώσω δυναμένη οἴκῳ προσθέσθαι τῷ σαυτῆς διακονεῖσθαί τε ἐφʼ οἷς προεκαλούμην οὐκ ἐνέλιπες. μέντοι εἰς Μοῦνδον ὑβρίζειν ἐπειρῶ, μηδέν μοι μελῆσαν τῶν ὀνομάτων, ἀλλὰ τῆς ἐκ τοῦ πράγματος ἡδονῆς, 18.78Ἀνούβιον ὄνομα ἐθέμην αὐτῷ.” καὶ μὲν ἀπῄει ταῦτα εἰπών, δὲ εἰς ἔννοιαν τότε πρῶτον ἐλθοῦσα τοῦ τολμήματος περιρρήγνυταί τε τὴν στολὴν καὶ τἀνδρὶ δηλώσασα τοῦ παντὸς ἐπιβουλεύματος τὸ μέγεθος ἐδεῖτο μὴ περιῶφθαι βοηθείας τυγχάνειν· 18.79 δὲ τῷ αὐτοκράτορι ἐπεσήμηνε τὴν πρᾶξιν. καὶ Τιβέριος μαθήσεως ἀκριβοῦς αὐτῷ γενομένης ἐξετάσει τῶν ἱερέων ἐκείνους τε ἀνεσταύρωσεν καὶ τὴν Ἴδην ὀλέθρου γενομένην αἰτίαν καὶ τὰ πάντα ἐφʼ ὕβρει συνθεῖσαν τῆς γυναικός, τόν τε ναὸν καθεῖλεν καὶ τὸ ἄγαλμα τῆς Ἴσιδος εἰς τὸν Θύβριν ποταμὸν ἐκέλευσεν ἐμβαλεῖν. Μοῦνδον δὲ φυγῆς ἐτίμησε, 18.80κώλυμα τοῦ μὴ μειζόνως κολάζειν τὸ μετὰ ἔρωτος αὐτῷ ἡμαρτῆσθαι τὰ ἡμαρτημένα ἡγησάμενος. καὶ τὰ μὲν περὶ τὸ ἱερὸν τῆς Ἴσιδος τοῖς ἱερεῦσιν ὑβρισμένα τοιαῦτα ἦν. ἐπάνειμι δὲ ἐπὶ τὴν ἀφήγησιν τῶν ἐν Ῥώμῃ Ἰουδαίοις κατὰ τοῦτον τὸν χρόνον συντυχόντων, ὥς μοι καὶ προαπεσήμηνεν λόγος. 18.81

Ἦν ἀνὴρ Ἰουδαῖος, φυγὰς μὲν τῆς αὐτοῦ κατηγορίᾳ τε παραβάσεων νόμων τινῶν καὶ δέει τιμωρίας τῆς ἐπʼ αὐτοῖς, πονηρὸς δὲ εἰς τὰ πάντα. καὶ δὴ τότε ἐν τῇ Ῥώμῃ διαιτώμενος προσεποιεῖτο μὲν ἐξηγεῖσθαι σοφίαν νόμων τῶν Μωυσέως, 18.82προσποιησάμενος δὲ τρεῖς ἄνδρας εἰς τὰ πάντα ὁμοιοτρόπους τούτοις ἐπιφοιτήσασαν Φουλβίαν τῶν ἐν ἀξιώματι γυναικῶν καὶ νομίμοις προσεληλυθυῖαν τοῖς Ἰουδαϊκοῖς πείθουσι πορφύραν καὶ χρυσὸν εἰς τὸ ἐν Ἱεροσολύμοις ἱερὸν διαπέμψασθαι, καὶ λαβόντες ἐπὶ χρείας τοῖς ἰδίοις ἀναλώμασιν αὐτὰ ποιοῦνται, ἐφʼ ὅπερ καὶ τὸ πρῶτον αἴτησις ἐπράσσετο. 18.83καὶ Τιβέριος, ἀποσημαίνει γὰρ πρὸς αὐτὸν φίλος ὢν Σατορνῖνος τῆς Φουλβίας ἀνὴρ ἐπισκήψει τῆς γυναικός, κελεύει πᾶν τὸ Ἰουδαϊκὸν τῆς Ῥώμης ἀπελθεῖν. 18.84οἱ δὲ ὕπατοι τετρακισχιλίους ἀνθρώπους ἐξ αὐτῶν στρατολογήσαντες ἔπεμψαν εἰς Σαρδὼ τὴν νῆσον, πλείστους δὲ ἐκόλασαν μὴ θέλοντας στρατεύεσθαι διὰ φυλακὴν τῶν πατρίων νόμων. καὶ οἱ μὲν δὴ διὰ κακίαν τεσσάρων ἀνδρῶν ἠλαύνοντο τῆς πόλεως. 18.85

Οὐκ ἀπήλλακτο δὲ θορύβου καὶ τὸ Σαμαρέων ἔθνος· συστρέφει γὰρ αὐτοὺς ἀνὴρ ἐν ὀλίγῳ τὸ ψεῦδος τιθέμενος κἀφʼ ἡδονῇ τῆς πληθύος τεχνάζων τὰ πάντα, κελεύων ἐπὶ τὸ Γαριζεὶν ὄρος αὐτῷ συνελθεῖν, ἁγνότατον αὐτοῖς ὀρῶν ὑπείληπται, ἰσχυρίζετό τε παραγενομένοις δείξειν τὰ ἱερὰ σκεύη τῇδε κατορωρυγμένα Μωυσέως τῇδε αὐτῶν ποιησαμένου κατάθεσιν. 18.86οἱ δὲ ἐν ὅπλοις τε ἦσαν πιθανὸν ἡγούμενοι τὸν λόγον, καὶ καθίσαντες ἔν τινι κώμῃ, Τιραθανὰ λέγεται, παρελάμβανον τοὺς ἐπισυλλεγομένους ὡς μεγάλῳ πλήθει τὴν ἀνάβασιν εἰς τὸ ὄρος ποιησόμενοι. 18.87φθάνει δὲ Πιλᾶτος τὴν ἄνοδον αὐτῶν προκαταλαβόμενος ἱππέων τε πομπῇ καὶ ὁπλιτῶν, οἳ συμβαλόντες τοῖς ἐν τῇ κώμῃ προσυνηθροισμένοις παρατάξεως γενομένης τοὺς μὲν ἔκτειναν, τοὺς δʼ εἰς φυγὴν τρέπονται ζωγρίᾳ τε πολλοὺς ἦγον, ὧν τοὺς κορυφαιοτάτους καὶ τοὺς ἐν τοῖς φυγοῦσι δυνατωτάτους ἔκτεινε Πιλᾶτος. 18.88

Καταστάντος δὲ τοῦ θορύβου Σαμαρέων βουλὴ παρὰ Οὐιτέλλιον ὑπατικὸν ἴασιν ἄνδρα Συρίας τὴν ἡγεμονίαν ἔχοντα καὶ Πιλάτου κατηγόρουν ἐπὶ τῇ σφαγῇ τῶν ἀπολωλότων· οὐ γὰρ ἐπὶ ἀποστάσει τῶν Ῥωμαίων, ἀλλʼ ἐπὶ διαφυγῇ τῆς Πιλάτου ὕβρεως εἰς τὴν Τιραθανὰ παραγενέσθαι. 18.89καὶ Οὐιτέλλιος Μάρκελλον τῶν αὐτοῦ φίλων ἐκπέμψας ἐπιμελητὴν τοῖς Ἰουδαίοις γενησόμενον Πιλᾶτον ἐκέλευσεν ἐπὶ Ῥώμης ἀπιέναι πρὸς κατηγοροῖεν οἱ Σαμαρεῖται διδάξοντα τὸν αὐτοκράτορα. καὶ Πιλᾶτος δέκα ἔτεσιν διατρίψας ἐπὶ Ἰουδαίας εἰς Ῥώμην ἠπείγετο ταῖς Οὐιτελλίου πειθόμενος ἐντολαῖς οὐκ ὂν ἀντειπεῖν. πρὶν δʼ ἐν τῇ Ῥώμῃ ἴσχειν αὐτὸν φθάνει Τιβέριος μεταστάς. 18.90

Οὐιτέλλιος δὲ εἰς τὴν Ἰουδαίαν ἀφικόμενος ἐπὶ Ἱεροσολύμων ἀνῄει, καὶ ἦν γὰρ αὐτοῖς ἑορτὴ πάτριος, πάσχα δὲ καλεῖται, δεχθεὶς μεγαλοπρεπῶς Οὐιτέλλιος τὰ τέλη τῶν ὠνουμένων καρπῶν ἀνίησιν εἰς τὸ πᾶν τοῖς ταύτῃ κατοικοῦσιν καὶ τὴν στολὴν τοῦ ἀρχιερέως καὶ τὸν πάντα αὐτοῦ κόσμον συνεχώρησεν ἐν τῷ ἱερῷ κειμένην ὑπὸ τοῖς ἱερεῦσιν ἔχειν τὴν ἐπιμέλειαν, καθότι καὶ πρότερον ἦν αὐτοῖς ἐξουσία. 18.91τότε δὲ ἐν τῇ Ἀντωνίᾳ, φρούριον δʼ ἐστὶν οὕτως λεγόμενον, ἀπόθεσις αὐτῆς ἦν διὰ τοιαύτην αἰτίαν· τῶν ἱερέων τις Ὑρκανός, πολλῶν δὲ ὄντων οἳ τόδε ἐκαλοῦντο τὸ ὄνομα πρῶτος, ἐπεὶ πλησίον τῷ ἱερῷ βᾶριν κατασκευασάμενος ταύτῃ τὰ πολλὰ τὴν δίαιταν εἶχεν καὶ τὴν στολήν, φύλαξ γὰρ ἦν αὐτῆς διὰ τὸ καὶ μόνῳ συγκεχωρῆσθαι τοῦ ἐνδύεσθαι τὴν ἐξουσίαν, ταύτην εἶχεν ἀποκειμένην, ὁπότε εἰς τὴν πόλιν κατιὼν ἀναλαμβάνοι τὴν ἰδιωτικήν. 18.92καὶ οἵ τε υἱεῖς αὐτοῦ ταῦτα πράσσειν ἐπετήδευσαν καὶ τέκνα ἐκείνων. Ἡρώδης δὲ βασιλεύσας τήν τε βᾶριν ταύτην ἐν ἐπιτηδείῳ κειμένην κατασκευάσας πολυτελῶς Ἀντωνίαν καλεῖ ὀνόματι Ἀντωνίου φίλος ὤν, καὶ τὴν στολὴν ὥσπερ καὶ λαμβάνει τῇδε κειμένην κατεῖχεν, πιστεύων οὐδὲν νεωτεριεῖν ἐπʼ αὐτῷ τὸν λαὸν διὰ τάδε. 18.93ἔπρασσε δὲ ὅμοια τῷ Ἡρώδῃ καὶ ἐπικατασταθεὶς αὐτῷ βασιλεὺς Ἀρχέλαος υἱὸς ὤν, οὗ Ῥωμαῖοι παραδεξάμενοι τὴν ἀρχὴν ἐκράτουν τῆς στολῆς τοῦ ἀρχιερέως ἀποκειμένης ἐν οἴκῳ λίθοις οἰκοδομηθέντι ὑπὸ σφραγῖδι τῶν τε ἱερέων καὶ τῶν γαζοφυλάκων τοῦ φρουράρχου τὸ ἐφʼ ἡμέραν ἑκάστην λύχνον ἅπτοντος. 18.94ἑπτὰ δʼ ἡμέραις πρὸ τῆς ἑορτῆς ἀπεδίδοτο αὐτοῖς ὑπὸ τοῦ φρουράρχου, καὶ ἁγνισθείσῃ χρησάμενος ἀρχιερεὺς μετὰ μίαν τῆς ἑορτῆς ἡμέραν ἀπετίθετο αὖθις εἰς τὸν οἶκον, ᾗπερ ἔκειτο καὶ πρότερον. τοῦτο ἐπράττετο τρισὶν ἑορταῖς ἑκάστου ἔτους καὶ τὴν νηστείαν. 18.95Οὐιτέλλιος δὲ ἐπὶ τῷ ἡμετέρῳ πατρίῳ ποιεῖται τὴν στολήν, τε κείσοιτο μὴ πολυπραγμονεῖν ἐπισκήψας τῷ φρουράρχῳ καὶ ὁπότε δέοι χρῆσθαι. καὶ ταῦτα πράξας ἐπὶ εὐεργεσίᾳ τοῦ ἔθνους καὶ τὸν ἀρχιερέα Ἰώσηπον τὸν Καϊάφαν ἐπικαλούμενον ἀπαλλάξας τῆς ἱερωσύνης Ἰωνάθην καθίστησιν Ἀνάνου τοῦ ἀρχιερέως υἱόν. ἐπʼ Ἀντιοχείας δʼ αὖθις ἐποιεῖτο τὴν ὁδόν. 18.96

Πέμπει δὲ καὶ Τιβέριος ὡς Οὐιτέλλιον γράμματα, κελεύων αὐτῷ πράσσειν φιλίαν πρὸς Ἀρτάβανον τὸν Πάρθων βασιλέα· ἐφόβει γὰρ αὐτὸν ἐχθρὸς ὢν καὶ Ἀρμενίαν παρεσπασμένος μὴ ἐπὶ πλέον κακουργῇ· πιστεύειν δὲ τῇ φιλίᾳ μόνως ὁμήρων αὐτῷ διδομένων, μάλιστα δὲ τοῦ Ἀρταβάνου υἱέος. 18.97ταῦτα δὲ γράφων Τιβέριος πρὸς τὸν Οὐιτέλλιον μεγάλαις δόσεσι χρημάτων πείθει καὶ τὸν Ἰβήρων καὶ τὸν Ἀλβανῶν βασιλέα πολεμεῖν Ἀρταβάνῳ μηδὲν ἐνδοιάσαι. οἱ δὲ αὐτοὶ μὲν ἀντεῖχον, Ἀλανοὶ δὲ δίοδον αὐτοῖς διδόντες διὰ τῆς αὐτῶν καὶ τὰς θύρας τὰς Κασπίας ἀνοίξαντες ἐπάγουσι τῷ Ἀρταβάνῳ. 18.98καὶ τε Ἀρμενία ἀφῄρητο αὖθις καὶ πλησθείσης πολέμων τῆς Παρθυαίων γῆς οἵ τε πρῶτοι τῶν τῇδε ἐκτείνοντο ἀνδρῶν ἀνάστατά τε ἦν αὐτοῖς τὰ πάντα καὶ τοῦ βασιλέως υἱὸς ἐκ τουτωνὶ τῶν μαχῶν ἔπεσε μετὰ πολλῶν στρατοῦ μυριάδων. 18.99καὶ αὐτοῦ τὸν πατέρα Ἀρτάβανον Οὐιτέλλιος πομπῇ χρημάτων εἴς τε συγγενεῖς καὶ φίλους τοὺς ἐκείνου γενομένῃ ἐμέλλησε μὲν κτιννύειν διὰ τῶν τὰ δῶρα εἰληφότων, αἰσθόμενος δὲ τὴν ἐπιβουλὴν Ἀρτάβανος ἄφυκτον οὖσαν διὰ τὸ ὑπὸ πολλῶν καὶ τῶν πρώτων ἀνδρῶν συντεθεῖσαν μὴ ἀνεῖσθαι τοῦ ἐπὶ πέρας ἐλθεῖν, 18.100καὶ νομίζων καὶ ὁπόσον αὐτῷ καθαρῶς συνειστήκει καὶ τόδε ἤτοι ἐφθαρμένον ἐπὶ δόλῳ τὴν εὔνοιαν προσποιεῖσθαι πείρας αὐτῷ γενομένης μετατάξεσθαι πρὸς τοὺς προαφεστηκότας, εἴς τι τῶν ἄνω σατραπειῶν ἔσωζεν αὑτόν. καὶ πολλὴν μετὰ ταῦτα στρατιὰν ἀθροίσας Δαῶν τε καὶ Σακῶν καὶ πολεμήσας τοὺς ἀνθεστηκότας κατέσχε τὴν ἀρχήν. 18.101

Ταῦτα ἀκούσας Τιβέριος ἠξίου φιλίαν αὐτῷ γενέσθαι πρὸς τὸν Ἀρτάβανον, ἐπεὶ δὲ κἀκεῖνος προκληθεὶς ἄσμενος ἐδέχετο τὸν περὶ αὐτῶν λόγον, ἐπὶ τὸν Εὐφράτην παρῆσαν τε Ἀρτάβανος καὶ Οὐιτέλλιος. 18.102καὶ ζεύξεως τοῦ ποταμοῦ γενομένης κατὰ τὸ μεσαίτατον τῆς γεφύρας ἀλλήλους ὑπηντίαζον μετὰ φυλακῆς ἑκάτερος τῆς περὶ αὐτόν. καὶ λόγων αὐτοῖς συμβατικῶν γενομένων Ἡρώδης τετράρχης εἱστίασεν αὐτοὺς κατὰ μέσον τὸν πόρον σκηνίδα ἐπισκηψάμενος τῷ πόρῳ πολυτελῆ. 18.103καὶ Ἀρτάβανος πέμπει Τιβερίῳ ὅμηρον Δαρεῖον τὸν υἱὸν μετὰ πολλῶν δώρων, ἐν οἷς καὶ ἄνδρα ἑπτάπηχυν τὸ μέγεθος Ἰουδαῖον τὸ γένος Ἐλεάζαρον ὄνομα· 18.104διὰ μέντοι τὸ μέγεθος Γίγας ἐκαλεῖτο. ἐπὶ τούτοις Οὐιτέλλιος μὲν ἐπʼ Ἀντιοχείας ᾔει, Ἀρτάβανος δὲ ἐπὶ τῆς Βαβυλωνίας. Ἡρώδης δὲ βουλόμενος διʼ αὐτοῦ πρώτου γενέσθαι πύστιν Καίσαρι τῶν ὁμήρων τῆς λήψεως ἐκπέμπει γραμματοφόρους τὰ πάντα ἀκριβῶς γράψας εἰς ἐπιστολὴν καὶ μηδὲν ὑπολιπόμενος ἐπὶ μηνύσει τῷ ὑπατικῷ. 18.105πρὸς Οὐιτελλίου δὲ ἐπιπεμφθεισῶν ἐπιστολῶν καὶ τοῦ Καίσαρος ἐπισημήναντος πρὸς αὐτόν, ὡς δῆλα αὐτῷ γένοιτο πρότερον πύστιν περὶ αὐτῶν Ἡρώδου προτεθεικότος, ταραχθεὶς Οὐιτέλλιος μεγάλως καὶ πεπονθέναι μειζόνως ἐπέπρακτο ὑπολαμβάνων ἄδηλον τὴν ἐπʼ αὐτοῖς ἔκρυπτεν ὀργήν, μέχρι δὴ καὶ μετῆλθε Γαΐου τὴν Ῥωμαίων ἀρχὴν παρειληφότος. 18.106

Τότε δὲ καὶ Φίλιππος, Ἡρώδου δὲ ἦν ἀδελφός, τελευτᾷ τὸν βίον εἰκοστῷ μὲν ἐνιαυτῷ τῆς Τιβερίου ἀρχῆς, ἡγησάμενος δὲ αὐτὸς ἑπτὰ καὶ τριάκοντα τῆς Τραχωνίτιδος καὶ Γαυλανίτιδος καὶ τοῦ Βατανέων ἔθνους πρὸς αὐταῖς, μέτριον δὲ ἐν οἷς ἦρχεν παρασχὼν τὸν τρόπον καὶ ἀπράγμονα· 18.107δίαιταν μὲν γὰρ τὸ πᾶν ἐν γῇ τῇ ὑποτελεῖ ἐποιεῖτο, πρόοδοι δʼ ἦσαν αὐτῷ σὺν ὀλίγοις τῶν ἐπιλέκτων, καὶ τοῦ θρόνου εἰς ὃν ἔκρινεν καθεζόμενος ἐν ταῖς ὁδοῖς ἑπομένου, ὁπότε τις ὑπαντιάσας ἐν χρείᾳ γένοιτο αὐτῷ ἐπιβοηθεῖν, οὐδὲν εἰς ἀναβολὰς ἀλλʼ ἐκ τοῦ ὀξέος ἱδρύσεως τοῦ θρόνου καὶ τύχοι γενομένης καθεζόμενος ἠκροᾶτο καὶ τιμωρίας τε ἐπετίμα τοῖς ἁλοῦσι καὶ ἠφίει τοὺς ἀδίκως ἐν ἐγκλήμασι γενομένους. 18.108τελευτᾷ δʼ ἐν Ἰουλιάδι καὶ αὐτοῦ κομισθέντος ἐπὶ τὸ μνημεῖον, ἔτι πρότερον ᾠκοδόμησεν αὐτός, ταφαὶ γίνονται πολυτελεῖς. τὴν δʼ ἀρχήν, οὐ γὰρ κατελίπετο παῖδας, Τιβέριος παραλαβὼν προσθήκην ἐπαρχίας ποιεῖται τῆς Σύρων, τοὺς μέντοι φόρους ἐκέλευσε συλλεγομένους ἐν τῇ τετραρχίᾳ τῇ ἐκείνου γενομένῃ κατατίθεσθαι. 18.109

Ἐν τούτῳ δὲ στασιάζουσιν Ἀρέτας τε Πετραῖος βασιλεὺς καὶ Ἡρώδης διὰ τοιαύτην αἰτίαν· Ἡρώδης τετράρχης γαμεῖ τὴν Ἀρέτα θυγατέρα καὶ συνῆν χρόνον ἤδη πολύν. στελλόμενος δὲ ἐπὶ Ῥώμης κατάγεται ἐν Ἡρώδου ἀδελφοῦ ὄντος οὐχ ὁμομητρίου· ἐκ γὰρ τῆς Σίμωνος τοῦ ἀρχιερέως θυγατρὸς Ἡρώδης ἐγεγόνει. 18.110ἐρασθεὶς δὲ Ἡρωδιάδος τῆς τούτου γυναικός, θυγάτηρ δὲ ἦν Ἀριστοβούλου καὶ οὗτος ἀδελφὸς αὐτῶν, Ἀγρίππου δὲ ἀδελφὴ τοῦ μεγάλου, τολμᾷ λόγων ἅπτεσθαι περὶ γάμου. καὶ δεξαμένης συνθῆκαι γίνονται μετοικίσασθαι παρʼ αὐτόν, ὁπότε ἀπὸ Ῥώμης παραγένοιτο. ἦν δὲ ἐν ταῖς συνθήκαις ὥστε καὶ τοῦ Ἀρέτα τὴν θυγατέρα ἐκβαλεῖν. 18.111καὶ μὲν εἰς τὴν Ῥώμην ἔπλει ταῦτα συνθέμενος. ἐπεὶ δὲ ἐπανεχώρει διαπραξάμενος ἐν τῇ Ῥώμῃ ἐφʼ ἅπερ ἔσταλτο, γυνὴ πύστεως αὐτῇ τῶν πρὸς τὴν Ἡρωδιάδα συνθηκῶν γενομένης πρὶν ἔκπυστος αὐτῷ γενέσθαι τὰ πάντα ἐκμαθοῦσα κελεύει πέμπειν αὐτὴν ἐπὶ Μαχαιροῦντος, μεθόριον δʼ ἐστὶ τῆς τε Ἀρέτα καὶ Ἡρώδου ἀρχῆς, γνώμην οὐκ ἐκφαίνουσα τὴν αὐτῆς. 18.112καὶ Ἡρώδης ἐξέπεμψεν μηδὲν ᾐσθῆσθαι τὴν ἄνθρωπον προσδοκῶν. δέ, προαπεστάλκει γὰρ ἐκ πλείονος εἰς τὸν Μαχαιροῦντα τῷ τε πατρὶ αὐτῆς ὑποτελεῖ, πάντων εἰς τὴν ὁδοιπορίαν ἡτοιμασμένων ὑπὸ τοῦ στρατηγοῦ ἅμα τε παρῆν καὶ ἀφωρμᾶτο εἰς τὴν Ἀραβίαν κομιδῇ τῶν στρατηγῶν ἐκ διαδοχῆς παρῆν τε ὡς τὸν πατέρα τάχος καὶ αὐτῷ τὴν Ἡρώδου διάνοιαν ἔφραζεν. 18.113 δὲ ἀρχὴν ἔχθρας ταύτην ποιησάμενος περί τε ὅρων ἐν γῇ τῇ Γαμαλικῇ, καὶ δυνάμεως ἑκατέρῳ συλλεγείσης εἰς πόλεμον καθίσταντο στρατηγοὺς ἀπεσταλκότες ἀνθʼ ἑαυτῶν. 18.114καὶ μάχης γενομένης διεφθάρη πᾶς Ἡρώδου στρατὸς προδοσίας αὐτῷ γενομένης ὑπʼ ἀνδρῶν φυγάδων, οἳ ὄντες ἐκ τῆς Φιλίππου τετραρχίας Ἡρώδῃ συνεστράτευον. 18.115ταῦτα Ἡρώδης γράφει πρὸς Τιβέριον. δὲ ὀργῇ φέρων τὴν Ἀρέτα ἐπιχείρησιν γράφει πρὸς Οὐιτέλλιον πόλεμον ἐξενεγκεῖν καὶ ἤτοι ζωὸν ἑλόντα ἀναγαγεῖν δεδεμένον κτεινομένου πέμπειν τὴν κεφαλὴν ἐπʼ αὐτόν. καὶ Τιβέριος μὲν ταῦτα πράσσειν ἐπέστελλεν τῷ κατὰ Συρίαν στρατηγῷ. 18.116

Τισὶ δὲ τῶν Ἰουδαίων ἐδόκει ὀλωλέναι τὸν Ἡρώδου στρατὸν ὑπὸ τοῦ θεοῦ καὶ μάλα δικαίως τινυμένου κατὰ ποινὴν Ἰωάννου τοῦ ἐπικαλουμένου βαπτιστοῦ. 18.117κτείνει γὰρ δὴ τοῦτον Ἡρώδης ἀγαθὸν ἄνδρα καὶ τοῖς Ἰουδαίοις κελεύοντα ἀρετὴν ἐπασκοῦσιν καὶ τὰ πρὸς ἀλλήλους δικαιοσύνῃ καὶ πρὸς τὸν θεὸν εὐσεβείᾳ χρωμένοις βαπτισμῷ συνιέναι· οὕτω γὰρ δὴ καὶ τὴν βάπτισιν ἀποδεκτὴν αὐτῷ φανεῖσθαι μὴ ἐπί τινων ἁμαρτάδων παραιτήσει χρωμένων, ἀλλʼ ἐφʼ ἁγνείᾳ τοῦ σώματος, ἅτε δὴ καὶ τῆς ψυχῆς δικαιοσύνῃ προεκκεκαθαρμένης. 18.118καὶ τῶν ἄλλων συστρεφομένων, καὶ γὰρ ἥσθησαν ἐπὶ πλεῖστον τῇ ἀκροάσει τῶν λόγων, δείσας Ἡρώδης τὸ ἐπὶ τοσόνδε πιθανὸν αὐτοῦ τοῖς ἀνθρώποις μὴ ἐπὶ ἀποστάσει τινὶ φέροι, πάντα γὰρ ἐῴκεσαν συμβουλῇ τῇ ἐκείνου πράξοντες, πολὺ κρεῖττον ἡγεῖται πρίν τι νεώτερον ἐξ αὐτοῦ γενέσθαι προλαβὼν ἀνελεῖν τοῦ μεταβολῆς γενομένης μὴ εἰς πράγματα ἐμπεσὼν μετανοεῖν. 18.119καὶ μὲν ὑποψίᾳ τῇ Ἡρώδου δέσμιος εἰς τὸν Μαχαιροῦντα πεμφθεὶς τὸ προειρημένον φρούριον ταύτῃ κτίννυται. τοῖς δὲ Ἰουδαίοις δόξαν ἐπὶ τιμωρίᾳ τῇ ἐκείνου τὸν ὄλεθρον ἐπὶ τῷ στρατεύματι γενέσθαι τοῦ θεοῦ κακῶσαι Ἡρώδην θέλοντος. 18.120

Οὐιτέλλιος δὲ παρασκευασάμενος ὡς εἰς πόλεμον τὸν πρὸς Ἀρέταν δυσὶ τάγμασιν ὁπλιτῶν ὅσοι τε περὶ αὐτὰ ψιλοὶ καὶ ἱππεῖς συμμαχοῦντες ἐκ τῶν ὑπὸ Ῥωμαίοις βασιλειῶν ἀγόμενος, ἐπὶ τῆς Πέτρας ἠπείγετο καὶ ἔσχε Πτολεμαΐδα. 18.121ὡρμημένῳ δʼ αὐτῷ διὰ τῆς Ἰουδαίων ἄγειν τὸν στρατὸν ὑπαντιάσαντες ἄνδρες οἱ πρῶτοι παρῃτοῦντο τὴν διὰ τῆς χώρας ὁδόν· οὐ γὰρ αὐτοῖς εἶναι πάτριον περιορᾶν εἰκόνας εἰς αὐτὴν φερομένας, πολλὰς δʼ εἶναι σημαίαις ἐπικειμένας. 18.122καὶ πεισθεὶς μετέβαλέν τε τῆς γνώμης τὸ ἐπὶ τοιούτοις προβουλεῦσαν καὶ διὰ τοῦ μεγάλου πεδίου κελεύσας χωρεῖν τὸ στρατόπεδον αὐτὸς μετὰ Ἡρώδου τοῦ τετράρχου καὶ τῶν φίλων εἰς Ἱεροσόλυμα ἀνῄει θύσων τῷ θεῷ ἑορτῆς πατρίου τοῖς Ἰουδαίοις ἐνεστηκυίας. 18.123εἰς ἣν ἀπαντήσας καὶ δεχθεὶς ὑπὸ τοῦ τῶν Ἰουδαίων πλήθους ἐκπρεπῶς τρεῖς μὲν ἡμέρας ταύτῃ διατριβὴν ποιεῖται, ἐν αἷς Ἰωνάθην τὴν ἱερωσύνην ἀφελόμενος ἐγχειρίζει τῷ ἀδελφῷ αὐτοῦ Θεοφίλῳ, 18.124τῇ τετάρτῃ δὲ γραμμάτων αὐτῷ παραγενομένων, ἐδήλου τὴν Τιβερίου τελευτήν, ὥρκισεν τὴν πληθὺν ἐπʼ εὐνοίᾳ τῇ Γαΐου. ἀνεκάλει δὲ καὶ τὸ στράτευμα ἐπὶ τὰ οἰκεῖα ἑκάστου χειμαδιᾶν πόλεμον ἐκφέρειν οὐκέθʼ ὁμοίως δυνάμενος διὰ τὸ εἰς Γάιον μεταπεπτωκέναι τὰ πράγματα. 18.125ἐλέγετο δὲ καὶ τὸν Ἀρέταν οἰωνοσκοπησάμενον πρὸς τὴν ἀγγελίαν τῶν Οὐιτελλίου στρατιωτῶν φάναι μηχανὴν οὐκ εἶναι τῷ στρατῷ τῆς ἐπὶ Πετραίους ὁδοῦ· τεθνήξεσθαι γὰρ τῶν ἡγεμόνων τὸν πολεμεῖν κελεύσαντα τὸν γνώμῃ τῇ ἐκείνου ὡρμημένον διακονεῖσθαι ἐφʼ ὃν γένοιτο παρασκευὴ τοῦ στρατεύματος. 18.126καὶ Οὐιτέλλιος μὲν ἐπʼ Ἀντιοχείας ἀνεχώρησεν. Ἀγρίππας δὲ Ἀριστοβούλου υἱὸς ἐνιαυτῷ πρότερον τελευτῆσαι Τιβέριον ἐπὶ Ῥώμης ἄνεισι πράξων τι παρὰ τῷ αὐτοκράτορι δυνάμεώς τινος αὐτῷ παραγενομένης. 18.127βούλομαι οὖν εἰπεῖν ἐπὶ μακρότερον περί τε Ἡρώδου καὶ γένους αὐτοῦ ὡς ἐγένετο, ἅμα μὲν καὶ διὰ τὸ ἀνήκειν τῇ ἱστορίᾳ τὸν περὶ αὐτῶν λόγον, ἅμα δὲ καὶ παράστασιν ἔχειν τοῦ θείου, ὡς οὐδὲν ὠφελεῖ πλῆθος οὐδʼ ἄλλη τις ἀλκὴ τῶν ἐν ἀνθρώποις ἐπιτετευγμένων δίχα τῶν πρὸς τὸ θεῖον εὐσεβειῶν, 18.128εἴ γε ἐντὸς ἑκατὸν ἐτῶν ἐξόδου συνέβη πλὴν ὀλίγων, πολλοὶ δʼ ἦσαν, διαφθαρῆναι τοὺς Ἡρώδου ἀπογόνους· φέροι δʼ ἄν τι κἀπὶ σωφρονισμῷ τοῦ ἀνθρωπείου γένους τὸ τὴν δυστυχίαν αὐτῶν μαθεῖν, 18.129ἅμα δὲ καὶ τὸν Ἀγρίππαν διηγήσασθαι θαύματος ἀξιώτατον γεγενημένον, ὃς ἐκ πάνυ ἰδιώτου καὶ παρὰ πᾶσαν δόξαν τῶν εἰδότων αὐτὸν ἐπὶ τοσόνδε ηὐξήθη δυνάμεως. εἴρηται μὲν οὖν μοι καὶ πρότερον περὶ αὐτῶν, λεχθήσεται δὲ καὶ νῦν ἀκριβῶς. 18.130

Ἡρώδῃ τῷ μεγάλῳ θυγατέρες ἐκ Μαριάμμης τῆς Ὑρκανοῦ θυγατρὸς γίνονται δύο, Σαλαμψιὼ μὲν ἑτέρα, γαμεῖται Φασαήλῳ τῷ αὐτῆς ἀνεψιῷ Φασαήλου παιδὶ ὄντι τοῦ Ἡρώδου ἀδελφοῦ δεδωκότος τοῦ πατρὸς αὐτήν, Κύπρος δὲ Ἀντιπάτρῳ καὶ αὐτὴ ἀνεψιῷ Ἡρώδου παιδὶ τῆς ἀδελφῆς Σαλώμης. 18.131καὶ Φασαήλῳ μὲν ἐκ Σαλαμψιοῦς γίνονται πέντε παῖδες Ἀντίπατρος Ἀλέξανδρος Ἡρώδης θυγατέρες τε Ἀλεξάνδρα καὶ Κύπρος, ἣν Ἀγρίππας γαμεῖ Ἀριστοβούλου. Ἀλεξάνδραν δὲ γαμεῖ μὲν Τίμιος Κύπριος ἀνὴρ τῶν ἀξιολόγων, παρʼ δὴ ἄτεκνος τελευτᾷ. 18.132Κύπρῳ δʼ ἐξ Ἀγρίππου μὲν ἄρρενες γίνονται δύο, θυγατέρες δὲ τρεῖς Βερενίκη Μαριάμμη Δρούσιλλα, Ἀγρίππας δὲ καὶ Δροῦσος τοῖς ἄρσεσιν ὀνόματα, ὧν Δροῦσος πρὶν ἡβῆσαι τελευτᾷ. 18.133 τῷ δὲ πατρὶ τούτων Ἀγρίππας ἐτρέφετο μετὰ καὶ ἑτέρων ἀδελφῶν Ἡρώδης καὶ Ἀριστόβουλος· καὶ Βερενίκη καὶ οἵδε παῖδες Ἡρώδου τοῦ υἱέος τοῦ μεγάλου· δὲ Βερενίκη Κοστοβάρου καὶ Σαλώμης παῖς τῆς Ἡρώδου ἀδελφῆς. 18.134τούτους Ἀριστόβουλος νηπίους λείπεται θνήσκων ὑπὸ τοῦ πατρὸς σὺν Ἀλεξάνδρῷ τῷ ἀδελφῷ, καθὰ προειρήκαμεν. ἡβήσαντες δʼ ἄγονται Ἡρώδης μὲν οὗτος τοῦ Ἀγρίππου ἀδελφὸς Μαριάμμην θυγατέρα Ὀλυμπιάδος τῆς Ἡρώδου βασιλέως θυγατρὸς καὶ Ἰωσήπου τοῦ Ἰωσήπου, ἀδελφὸς δὲ οὗτος Ἡρώδου τοῦ βασιλέως· ἴσχει τε ἐξ αὐτῆς υἱὸν Ἀριστόβουλον. 18.135 δὲ τρίτος τοῦ Ἀγρίππου ἀδελφὸς Ἀριστόβουλος γαμεῖ Ἰωτάπην Σαμψιγεράμου θυγατέρα τοῦ Ἐμεσῶν βασιλέως, θυγάτηρ τε αὐτοῖς γίνεται κωφή· ὄνομα καὶ τῇδε Ἰωτάπη. 18.136καὶ τάδε μὲν τῶν ἀρσένων τέκνα. Ἡρωδιὰς δὲ αὐτῶν ἀδελφὴ γίνεται Ἡρώδῃ Ἡρώδου τοῦ μεγάλου παιδὶ γεγονότι ἐκ Μαριάμμης τῆς τοῦ Σίμωνος τοῦ ἀρχιερέως, καὶ αὐτοῖς Σαλώμη γίνεται, μεθʼ ἧς τὰς γονὰς Ἡρωδιὰς ἐπὶ συγχύσει φρονήσασα τῶν πατρίων Ἡρώδῃ γαμεῖται τοῦ ἀνδρὸς τῷ ὁμοπατρίῳ ἀδελφῷ διαστᾶσα ζῶντος. τὴν δὲ Γαλιλαίων τετραρχίαν οὗτος εἶχεν. 18.137 δὲ θυγάτηρ αὐτῆς Σαλώμη Φιλίππῳ γαμεῖται Ἡρώδου παιδὶ τῷ τετράρχῃ τῆς Τραχωνίτιδος, καὶ ἄπαιδος τελευτήσαντος Ἀριστόβουλος αὐτὴν ἄγεται Ἡρώδου παῖς τοῦ Ἀγρίππου ἀδελφοῦ. παῖδες δὲ ἐγένοντο αὐτοῖς τρεῖς Ἡρώδης Ἀγρίππας Ἀριστόβουλος. 18.138τοῦτο μὲν δὴ τὸ Φασαήλου καὶ Σαλαμψιοῦς ἐστι γένος. Κύπρῳ δʼ ἐξ Ἀντιπάτρου θυγάτηρ γίνεται Κύπρος, καὶ αὐτὴν Ἀλεξᾶς Ἐλκίας γαμεῖ τοῦ Ἀλεξᾶ, καὶ αὐτῆς θυγάτηρ ἦν Κύπρος. Ἡρώδης δὲ καὶ Ἀλέξανδρος, οὓς ἀδελφοὺς ἔφην Ἀντιπάτρου, ἄτεκνοι τελευτῶσιν. 18.139Ἀλεξάνδρῳ δὲ τῷ Ἡρώδου παιδὶ τοῦ βασιλέως τῷ ὑπὸ τοῦ πατρὸς ἀνῃρημένῳ Ἀλέξανδρος καὶ Τιγράνης ἐγεγόνεισαν υἱεῖς ἐκ τῆς Ἀρχελάου τοῦ Καππαδόκων βασιλέως θυγατρός. καὶ Τιγράνης μὲν βασιλεύων Ἀρμενίας κατηγοριῶν αὐτοῦ ἐπὶ Ῥώμης γενομένων ἄπαις τελευτᾷ. 18.140Ἀλεξάνδρῳ δὲ Τιγράνης ὁμώνυμος τῷ ἀδελφῷ γίνεται παῖς καὶ βασιλεὺς Ἀρμενίας ὑπὸ Νέρωνος ἐκπέμπεται υἱός τε Ἀλέξανδρος αὐτῷ γίνεται. γαμεῖ δʼ οὗτος Ἀντιόχου τοῦ Κομμαγηνῶν βασιλέως θυγατέρα Ἰωτάπην, ἡσίοδός τε τῆς ἐν Κιλικίᾳ Οὐεσπασιανὸς αὐτὸν ἵσταται βασιλέα. 18.141καὶ τὸ μὲν Ἀλεξάνδρου γένος εὐθὺς ἅμα τῷ φυῆναι τὴν θεραπείαν ἐξέλιπεν τῶν Ἰουδαίοις ἐπιχωρίων μεταταξάμενοι πρὸς τὰ Ἕλλησι πάτρια· ταῖς δὲ λοιπαῖς θυγατράσιν Ἡρώδου τοῦ βασιλέως ἀτέκνοις τελευτᾶν συνέπεσεν. 18.142τῶν δὲ γενομένων Ἡρώδου ἀπογόνων οὓς κατέλεξα ἔμενον ἐν χρόνῳ Ἀγρίππας μέγας τὴν βασιλείαν παρέλαβεν. τούτων δέ μοι τοῦ γένους προδεδηλωμένων διέξειμι λοιπόν, ὁπόσαι Ἀγρίππᾳ τύχαι συνέλθοιεν, ὥς τε αὐτῶν διάδρασιν ποιησάμενος ἐπὶ μέγιστον ἀξιώματός τε ἅμα προκόψειεν καὶ δυνάμεως. 18.143

Ἡρώδου τοῦ βασιλέως ὀλίγον πρὸ τῆς τελευτῆς Ἀγρίππας ἐν Ῥώμῃ διαιτώμενος καὶ ὁμοτροφίας καὶ συνηθείας αὐτῷ πολλῆς γενομένης πρὸς Δροῦσον τὸν Τιβερίου τοῦ αὐτοκράτορος υἱὸν καὶ Ἀντωνίᾳ τῇ Δρούσου τοῦ μεγάλου γυναικὶ εἰς φιλίαν ἀφίκετο, Βερενίκης τῆς μητρὸς τιμωμένης παρʼ αὐτῇ καὶ προαγωγῶν ἠξιωκυίας τὸν υἱόν. 18.144φύσει δὲ μέγας ὢν Ἀγρίππας καὶ δωρεῖσθαι πολυτελὴς ζώσης μὲν τῆς μητρὸς οὐκ ἐξέφαινε τῆς ψυχῆς τὸ θέλον διαδιδράσκειν αὐτῆς ἠξιωκὼς τὴν ἐπὶ τοῖς τοιούτοις γενομένην ὀργήν, 18.145ἐπεὶ δὲ Βερενίκη τελευτᾷ, γενόμενος ἐπὶ τῷ αὐτοῦ τρόπῳ, τὰ μὲν εἰς πολυτέλειαν τῆς καθʼ ἡμέραν διαίτης, τὰ δʼ εἰς τῶν δωρεῶν τὸ μὴ μέτρῳ προϊέμενον ἀνάλωσε τῶν χρημάτων, τὰ πλεῖστα δʼ εἰς τοὺς Καίσαρος ἀπελευθέρους ἐτετέλεστο ἐλπίδι πράξεως τῆς αὐτῶν, πενία τε ἐν ὀλίγῳ περὶ αὐτὸν ἦν. 18.146καὶ τοῦτο ἦν κώλυμα τῆς ἐν Ῥώμῃ διαίτης, καὶ Τιβέριος τοῖς φίλοις τοῦ υἱέος τετελευτηκότος ἀπειπὼν φοιτᾶν εἰς ὄψιν αὐτῷ, διὰ τὸ ἀνερεθίζεσθαι πρὸς τὸ λυπεῖσθαι μνημονεύων τοῦ παιδὸς θεωρίᾳ τῇ ἐκείνων. 18.147

Διὰ μὲν δὴ ταῦτα ἐπὶ τῆς Ἰουδαίας πλέων ᾤχετο κακοπραγῶν καὶ τεταπεινωμένος ὀλέθρῳ τε ὧν εἶχεν χρημάτων καὶ ἀπορίᾳ τοῦ ἐκτίσοντος τὰ χρέα τοῖς δανεισταῖς πολλοῖς τε οὖσιν καὶ ἀλεωρὰν οὐδʼ ἡντινοῦν ἐνδιδοῦσιν, ὥστε ἀπορίᾳ τῶν ποιητέων καὶ αἰσχύνῃ τῇ ἐπʼ αὐτοῖς ὑποχωρήσας εἴς τινα πύργον ἐν Μαλάθοις τῆς Ἰδουμαίας ἐν περινοίᾳ τοῦ μεταστήσοντος αὑτὸν ἦν. 18.148αἰσθάνεται δʼ αὐτοῦ τὴν διάνοιαν Κύπρος γυνὴ παντοία τε ἦν ἀπείργουσα τῶν ἐπὶ τοιούτοις βουλευμάτων. διαπέμπεται δὲ καὶ ὡς τὴν ἀδελφὴν αὐτοῦ Ἡρωδιάδα Ἡρώδῃ τῷ τετράρχῃ συνοικοῦσαν γράμματα, δηλοῦσα τό τε ἐπὶ τοιούτοις τοῦ Ἀγρίππα προβουλεῦσαν καὶ τὴν ἀνάγκην, ἐπʼ αὐτὰ ἐξήγαγεν· 18.149ἐκέλευέν τε συγγενῆ οὖσαν βοηθεῖν θεωροῦσαν, ὡς αὐτὴ παντοίως ὡς κουφίζοι τὸν ἄνδρα καὶ ταῦτα ἐξ ὁμοίων ἀφορμῶν. οἱ δὲ μεταπέμψαντες αὐτὸν οἰκητήριον ἀπέδειξαν Τιβεριάδα καί τι καὶ ἀργύριον ὥρισαν εἰς τὴν δίαιταν, ἀγορανομίᾳ τε τῆς Τιβεριάδος ἐτίμησαν. 18.150οὐ μὴν ἐπὶ πλεῖόν γε Ἡρώδης ἐνέμεινε τοῖς δεδογμένοις, καίτοι γε οὐδʼ ὣς ἀρκοῦντα ἦν· ἐν γὰρ Τύρῳ παρὰ συνουσίαν ὑπὸ οἴνου γενομένων αὐτοῖς λοιδοριῶν, ἀνεκτὸν οὐχ ἡγησάμενος Ἀγρίππας τοῦ Ἡρώδου τε ἐπονειδίσαντος εἰς ἀπορίαν καὶ τροφῆς ἀναγκαίας μετάδοσιν, ὡς Φλάκκον τὸν ὑπατικὸν εἴσεισιν φίλον ἐπὶ Ῥώμης τὰ μάλιστα αὐτῷ γεγονότα πρότερον· Συρίαν δὲ ἐν τῷ τότε διεῖπεν. 18.151

Καὶ δεξαμένου Φλάκκου παρὰ τούτῳ διῆγεν παρακατεσχηκότος αὐτὸν ἐκεῖ Ἀριστοβούλου, ὃς ἀδελφὸς ὢν Ἀγρίππου διάφορός τʼ ἦν. οὐ μὴν ἐβλάπτοντο ἔχθρᾳ τῇ ἀλλήλων, ὥστε μὴ φιλίᾳ τοῦ ὑπατικοῦ τὰ εἰκότα τιμὴν φέρεσθαι. 18.152οὐ μὴν γε Ἀριστόβουλος ἀνίει τι τοῦ πρὸς τὸν Ἀγρίππαν δυσμενοῦς μέχρι καὶ εἰς ἔχθραν αὐτὸν Φλάκκῳ καθίστησιν, αἰτίαν τοιαύτην ἐπὶ τῇ δυσμενείᾳ παραλαβών. 18.153Δαμασκηνοὶ Σιδωνίοις περὶ ὅρων διάφοροι καθεστῶτες, μέλλοντος Φλάκκου περὶ τούτων ἀκροᾶσθαι μαθόντες τὸν Ἀγρίππαν ὡς παρʼ αὐτῷ μέγα δύναιτʼ ἂν ἠξίουν μερίδος τῆς αὐτῶν γενέσθαι, ἀργύριόν τε πλεῖστον ὡμολογεῖτο αὐτῷ. 18.154καὶ μὲν πάντα ἐπὶ τῇ βοηθείᾳ τῶν Δαμασκηνῶν ὥρμητο πράσσειν. Ἀριστόβουλος δέ, οὐ γὰρ ἐλάνθανεν αὐτὸν ὁμολογία τῶν χρημάτων, καταγορεύει πρὸς τὸν Φλάκκον. καὶ βασανιζομένου τοῦ πράγματος ἐπεὶ φανερὰ ἦν, ἐξωθεῖ τὸν Ἀγρίππαν φιλίας τῆς πρὸς αὐτόν. 18.155 δὲ εἰς ὑστάτην περιωσμένος ἀπορίαν εἰς Πτολεμαΐδα παρῆν, καὶ κατὰ τὸ ἄπορον τῆς ἀλλαχόθι διαίτης γνώμην ἐποιεῖτο ἐπὶ τῆς Ἰταλίας πλεῖν. εἰργόμενος δὲ χρημάτων ἀπορίᾳ ἠξίου Μαρσύαν ὄντα αὐτοῦ ἀπελεύθερον ποριστὴν γενέσθαι τῶν ἐπὶ τοιούτοις μηχανῶν δανεισάμενον παρά τινος. 18.156καὶ Μαρσύας Πρῶτον κελεύει Βερενίκης ὄντα ἀπελεύθερον τῆς Ἀγρίππου μητρός, διαθήκης δὲ τῆς ἐκείνου δικαίῳ ὑποτελοῦντα τῆς Ἀντωνίας, αὐτῷ γοῦν παρασχεῖν ἐπὶ γράμματι καὶ πίστει τῇ αὐτοῦ. 18.157 δέ, ἐπεκάλει γὰρ τῷ Ἀγρίππᾳ χρημάτων τινῶν ἀποστέρησιν, ἀναγκάζει τὸν Μαρσύαν δύο μυριάδων Ἀτθίδων συμβόλαιον ποιησάμενον πεντακοσίαις καὶ δισχιλίαις ἔλασσον λαμβάνειν. συνεχώρει δʼ ἐκεῖνος κατὰ τὸ μὴ εἶναι ἄλλως ποιεῖν. 18.158εἰλημμένου δὲ τοῦ χρήματος τούτου Ἀγρίππας εἰς Ἀνθηδόνα παραγενόμενος καὶ λαβὼν ναῦν ἐν ἀναγωγαῖς ἦν. καὶ γνοὺς Ἐρέννιος Καπίτων τῆς Ἰαμνείας ἐπίτροπος πέμπει στρατιώτας, οἳ εἰσπράξονται αὐτὸν ἀργυρίου τριάκοντα μυριάδας θησαυρῷ τῷ Καίσαρος ὀφειλομένας ἐπὶ Ῥώμης ὑπʼ αὐτοῦ, ἀνάγκας τε ἐπετίθεσαν τοῦ μενοῦντος. 18.159καὶ τότε μὲν πείσεσθαι τοῖς κεκελευσμένοις προσποιητὸς ἦν, νυκτὸς δʼ ἐπιγενομένης κόψας τὰ ἀπόγεια ᾤχετο ἐπʼ Ἀλεξανδρείας πλέων. ἔνθα Ἀλεξάνδρου δεῖται τοῦ ἀλαβάρχου μυριάδας εἴκοσι δάνειον αὐτῷ δοῦναι. δʼ ἐκείνῳ μὲν οὐκ ἂν ἔφη παρασχεῖν, Κύπρῳ δὲ οὐκ ἠρνεῖτο τήν τε φιλανδρίαν αὐτῆς καταπεπληγμένος καὶ τὴν λοιπὴν ἅπασαν ἀρετήν. 18.160 δὲ ὑπισχνεῖτο, καὶ Ἀλέξανδρος πέντε τάλαντα αὐτοῖς ἐν τῇ Ἀλεξανδρείᾳ δοὺς τὸ λοιπὸν ἐν Δικαιαρχείᾳ γενομένοις παρέξειν ἐπηγγέλλετο, δεδιὼς τοῦ Ἀγρίππου τὸ εἰς τὰ ἀναλώματα ἕτοιμον. καὶ Κύπρος μὲν ἀπαλλάξασα τὸν ἄνδρα ἐπὶ τῆς Ἰταλίας πλευσούμενον αὐτὴ μετὰ τῶν τέκνων ἐπὶ Ἰουδαίας ἀνέζευξεν. 18.161

Ἀγρίππας δὲ εἰς Ποτιόλους παραβαλὼν ἐπιστολὴν ὡς Τιβέριον τὸν Καίσαρα γράφει διαιτώμενον ἐν Καπρέαις, παρουσίαν τε τὴν αὐτοῦ δηλῶν ἐπὶ θεραπείᾳ καὶ ὄψει τῇ ἐκείνου, καὶ ἀξιῶν ἔφεσιν αὐτῷ γενέσθαι εἰς Καπρέας παραβαλεῖν. 18.162Τιβέριος δὲ οὐδὲν ἐνδοιάσας τά τε ἄλλα αὐτῷ γράφει φιλανθρωπίᾳ χρώμενος, ἐκτίνει τε χάριν ἀποσημαίνων ἐπὶ τῷ σῶν ἐπανήκειν εἰς τὰς Καπρέας, ἐπεὶ δʼ ἀφικνεῖται μηδὲν ὑφελὼν τοῦ ἐν τοῖς γράμμασι προθύμου ἠσπάζετό τε καὶ ἐξένιζεν. 18.163τῇ δʼ ἑξῆς Καίσαρι γραμμάτων αὐτῷ παρὰ Ἐρεννίου Καπίτωνος ἀφικομένων, ὅτι Ἀγρίππας μυριάδας τριάκοντα δάνεισμα ποιήσας καὶ πρὸς τὰς καταβολὰς ἐκλιπὼν χρόνον τὸν συγκείμενον ἀπαιτήσεως γενομένης οἴχοιτο φυγὰς ἐκ τῶν ὑπʼ αὐτῷ χωρίων ἄκυρον αὐτὸν καθιστὰς τῆς ἐπὶ τῷ εἰσπραξομένῳ ἐξουσίας, 18.164ταύτην ἀναγνοὺς τὴν ἐπιστολὴν περιαλγεῖ τε Καῖσαρ καὶ διάκλεισιν γενέσθαι τῷ Ἀγρίππᾳ κελεύει εἰσόδων τῶν πρὸς αὐτὸν ἄχρι δὴ καταβολῆς τοῦ χρέους. δὲ μηδὲν τῇ ὀργῇ τοῦ Καίσαρος καταπλαγεὶς Ἀντωνίας δεῖται Γερμανικοῦ μητρὸς καὶ Κλαυδίου τοῦ ὕστερον γενομένου Καίσαρος, δάνεισμα αὐτῷ δοθῆναι τῶν τριάκοντα μυριάδων, ὡς φιλίας μὴ ἁμάρτοι τῆς πρὸς Τιβέριον. 18.165 δὲ Βερενίκης τε μνήμῃ τῆς μητρὸς αὐτοῦ, σφόδρα γὰρ ἀλλήλαις ἐχρῶντο αἵδε αἱ γυναῖκες, καὶ αὐτῷ ὁμοτροφίας πρὸς τοὺς ἀμφὶ Κλαύδιον γεγενημένης, δίδωσι τὸ ἀργύριον, καὶ αὐτῷ ἀποτίσαντι τὸ χρέος ἀνεπικώλυτος ἦν φιλία τοῦ Τιβερίου. 18.166αὖθις δὲ αὐτῷ Τιβέριος Καῖσαρ συνίστησιν υἱωνὸν τὸν αὐτοῦ κελεύων τὰ πάντα αὐτῷ ταῖς ἐξόδοις παρατυγχάνειν. Ἀγρίππας δὲ φιλίᾳ δεχθεὶς ὑπὸ τῆς Ἀντωνίας κατὰ θεραπείαν τρέπεται τὴν Γαΐου υἱωνοῦ τε ὄντος αὐτῇ καὶ εὐνοίᾳ τοῦ πατρὸς εἰς τὰ πρῶτα τιμωμένου. 18.167καὶ γὰρ ἦν ἄλλος Σαμαρεὺς γένος Καίσαρος δὲ ἀπελεύθερος· παρὰ τούτου δάνεισμα μυριάδας ἑκατὸν εὑρόμενος τῇ τε Ἀντωνίᾳ καταβάλλει τὸ ὀφειληθὲν χρέος καὶ τῶν λοιπῶν τῷ ἀναλώματι θεραπεύων τὸν Γάιον μειζόνως ἐν ἀξιώματι ἦν παρʼ αὐτῷ. 18.168

Προϊούσης δὲ ἐπὶ μέγα τῷ Ἀγρίππᾳ τῆς πρὸς Γάιον φιλίας αἰωρουμένοις ποτὲ λόγος περὶ τοῦ Τιβερίου γίνεται, καὶ τοῦ Ἀγρίππου κατʼ εὐχὰς τραπομένου, μόνω δʼ ἤστην, τάχος Τιβέριον ὑπεκστάντα τῆς ἀρχῆς Γαΐῳ παραχωρεῖν ἀξιωτέρῳ τὰ πάντα ὄντι, τούτων ἀκροᾶται τῶν λόγων Εὔτυχος, Ἀγρίππου δʼ ἦν ἀπελεύθερος ἡνίοχος, καὶ παραχρῆμα μὲν σιγῇ παρεδίδου. 18.169κλοπῆς δὲ ἱματίων αὐτῷ τοῦ Ἀγρίππου ἐπικαλουμένης, καὶ ἀκριβῶς δὲ ἐκεκλόφει, φυγὼν καὶ ληφθεὶς ἀγωγῆς αὐτοῦ ἐπὶ Πείσωνα γενομένης, ὃς ἦν φύλαξ τῆς πόλεως, ἐρομένου τὴν αἰτίαν τῆς φυγῆς Καίσαρί φησιν ἀπορρήτους ἔχειν λόγους εἰπεῖν ἐπʼ ἀσφαλείᾳ τῆς σωτηρίας αὐτοῦ φέροντας, ὥστε δήσας αὐτὸν ἔστελλεν εἰς τὰς Καπρέας, καὶ Τιβέριος τῷ αὑτοῦ τρόπῳ χρώμενος εἶχεν αὐτὸν δέσμιον, μελλητὴς εἰ καί τις ἕτερος βασιλέων τυράννων γενόμενος. 18.170οὔτε γὰρ πρεσβειῶν ὑποδοχὰς ἐκ τοῦ ὀξέος ἐποιεῖτο ἡγεμόσι τε ἐπιτρόποις ὑπʼ αὐτοῦ σταλεῖσιν οὐδεμία ἦν διαδοχή, ὁπότε μὴ φθαῖεν τετελευτηκότες· ὅθεν καὶ δεσμωτῶν ἀκροάσεως ἀπερίοπτος ἦν. 18.171ὥστε καὶ τῶν φίλων ἐρομένων τὴν αἰτίαν τοῦ ἐπὶ τοιούτοις ὁλκῇ χρωμένου, ἔφη τὰς μὲν πρεσβείας τρίβειν, ὅπως μὴ ἀπαλλαγῆς αὐταῖς ἐκ τοῦ ὀξέος γενομένης ἕτεροι πρέσβεις ἐπιχειροτονηθέντες ἐπανίοιεν ὄχλος τε αὐτῷ γίγνοιτο ἐπιδοχαῖς αὐτῶν καὶ πομπαῖς προσκειμένῳ. 18.172τὰς δʼ ἀρχὰς συγχωρεῖν τοῖς ἅπαξ εἰς αὐτὰς ὑπʼ αὐτοῦ καταστᾶσιν αἰδοῦς προμηθείᾳ τῶν ὑποτελῶν· φύσει μὲν γὰρ εἶναι πᾶσαν ἡγεμονίαν οἰκείαν τοῦ πλεονεκτεῖν· τὰς δὲ μὴ πατρίους, ἀλλʼ εἰς ὀλίγον καὶ ἄδηλον ὁπότε ἀφαιρεθεῖεν καὶ μειζόνως ἐξοτρύνειν ἐπὶ κλοπαῖς τοὺς ἔχοντας. 18.173εἰ μὲν οὖν ἐφεστήκασιν εἰς πλέον, αὐτοὺς ἄδην τῶν κλοπῶν ἕξειν ὑπὸ τοῦ πολλοῦ τῶν κεκερδημένων ἀμβλυτέρως τὸ λοιπὸν αὐταῖς χρωμένους. διαδοχῆς δʼ ἐπιπαραγενομένης ἐκ τοῦ ὀξέος μηδαμῶς ἂν ἀρκέσαι τοὺς ἆθλα τοῖς ἄρχουσι προκειμένους ἀναστροφῆς αὐτοῖς οὐ διδομένης καιρῶν, ἐν οἷς πλήρεις οἱ προειληφότες γενόμενοι ὑποδιδοῖέν τε σπουδῆς τῆς ἐπὶ τῷ λαμβάνειν, διὰ τὸ πρὶν ἐν καιρῷ γενέσθαι μεταστῆναι. 18.174παράδειγμά τε αὐτοῖς φησι τοῦτον τὸν λόγον· τραυματίᾳ τινὶ κειμένῳ μυῖαι κατὰ πλῆθος τὰς ὠτειλὰς περιέστασαν. καί τις τῶν παρατυχόντων οἰκτείρας αὐτοῦ τὴν δυστυχίαν καὶ νομίσας ἀδυναμίᾳ μὴ βοηθεῖν οἷός τʼ ἦν ἀποσοβεῖν αὐτὰς παραστάς. 18.175καὶ δεομένου παύσασθαι τῶν ἐπὶ τοιοῖσδε, ὑπολαβὼν ἤρετο τὴν αἰτίαν τοῦ ἀπρομηθοῦς εἰς τὴν διαφυγὴν κακοῦ τοῦ ἐφεστηκότος. “μειζόνως γὰρ ἂν ἀδικοῖς με, εἶπε, ταύτας ἀπαγαγών. ταῖς μέν γε ἤδη πληρωθείσαις τοῦ αἵματος οὐκέθʼ ὁμοίως ἔπειξις ὄχλον μοι παρασχεῖν, ἀλλά πῃ καὶ ἀνίσχουσιν. αἱ δʼ ἀκραιφνεῖ τῷ κατʼ αὐτὰς λιμῷ συνελθοῦσαι καὶ τετρυμένον ἤδη παραλαμβάνουσαι κἂν ὀλέθρῳ παραδοῖεν”. 18.176διὰ τάδε οὖν καὐτὸς ὑπὸ πολλῶν τῶν κλοπῶν διεφθαρμένοις τοῖς ὑποτελέσιν προμηθὲς εἶναι μὴ συνεχὲς ἐξαποστέλλειν τοὺς ἡγησομένους, οἳ ἐν τρόπῳ μυιῶν ἐκπολεμοῖεν αὐτούς, φύσει πρὸς κέρδος ὀρωρεγμένοις σύμμαχον παραλαμβάνοντες τὴν ἐλπίδα τοῦ ταχέως ἀφαιρεθησομένου τὴν ἐνθένδε ἡδονήν. 18.177μαρτυρήσει δέ μου τῷ λόγῳ περὶ τῆς ἐπὶ τοιούτοις φύσεως Τιβερίου τὸ ἔργον αὐτό· ἔτη γὰρ δύο πρὸς τοῖς εἴκοσιν αὐτοκράτωρ γενόμενος δύο τοὺς πάντας Ἰουδαίοις ἐξέπεμψεν διοικήσοντας τὸ ἔθνος, Γρᾶτον τε καὶ Πιλᾶτον, ὃς αὐτῷ διεδέξατο τὴν ἡγεμονίαν. 18.178καὶ οὐκ ἐπὶ μὲν Ἰουδαίων τοιοῦτος ἦν, ἑτεροῖος δὲ ἐπὶ τῶν λοιπῶν ὑπηκόων. ἀλλὰ καὶ τῶν δεσμωτῶν τὴν ὑπερβολὴν τῆς ἀκροάσεως ἀπεσήμαινεν ὑπὸ τοῦ δικαιωθεῖσι μὲν θανάτῳ κούφισιν γενέσθαι τῶν ἐνεστηκότων κακῶν, διὰ τὸ μὴ ἐπʼ ἀρετῇ τῶν ἐπὶ τοιούτοις τύχῃ συνελθεῖν, τριβομένοις δὲ ἀχθηδόνι τῇ ἐπικειμένῃ μείζονα προσρέπειν τὴν δυστυχίαν. 18.179

Διὰ μὲν δὴ τάδε καὶ Εὔτυχος ἀκροάσεώς τε οὐκ ἐτύγχανε· καὶ δεσμοῖς ἐνείχετο. χρόνου δὲ ἐγγενομένου Τιβέριός τε ἐκ τῶν Καπρεῶν εἰς Τουσκουλανὸν παραγίνεται ὅσον ἀπὸ σταδίων ἑκατὸν τῆς Ῥώμης, καὶ Ἀγρίππας ἀξιοῖ τὴν Ἀντωνίαν διαπράξασθαι γενέσθαι τῷ Εὐτύχῳ τὴν ἀκρόασιν ἐφʼ οἷστισι τὴν κατηγορίαν ποιοῖτο αὐτοῦ. 18.180τιμία δὲ ἦν Ἀντωνία Τιβερίῳ εἰς τὰ πάντα συγγενείας τε ἀξιώματι, Δρούσου γὰρ ἦν ἀδελφοῦ αὐτοῦ γυνή, καὶ ἀρετῇ τοῦ σώφρονος· νέα γὰρ χηρεύειν παρέμεινεν γάμῳ τε ἀπεῖπεν τῷ πρὸς ἕτερον καίπερ τοῦ Σεβαστοῦ κελεύοντός τινι γαμεῖσθαι, καὶ λοιδοριῶν ἀπηλλαγμένον διεσώσατο αὐτῆς τὸν βίον. 18.181ἰδίᾳ τε εὐεργέτις ἦν εἰς τὰ μέγιστα τοῦ Τιβερίου· ἐπιβουλῆς γὰρ μεγάλης συστάσης ἐπʼ αὐτὸν ὑπὸ Σηιάνου φίλου τε ἀνδρὸς καὶ δύναμιν ἐν τῷ τότε μεγίστην ἔχοντος διὰ τὸ τῶν στρατευμάτων εἶναι ἡγεμονίαν αὐτῷ, καὶ τῆς τε βουλῆς οἱ πολλοὶ καὶ τῶν ἀπελευθέρων προσέθεντο καὶ τὸ στρατιωτικὸν διέφθαρτο, προυκοπτέν τε ἐπιβουλὴ ἐπὶ μέγα κἂν ἐπέπρακτο Σηιάνῳ τὸ ἔργον μὴ τῆς Ἀντωνίας τόλμῃ χρησαμένης σοφωτέρᾳ τῆς Σηιάνου κακουργίας. 18.182ἐπεὶ γὰρ μανθάνει τὰ ἐπὶ τῷ Τιβερίῳ συντεθειμένα, γράφει πρὸς αὐτὸν τὰ πάντα ἀκριβῶς καὶ Πάλλαντι ἐπιδοῦσα τὰ γράμματα τῷ πιστοτάτῳ τῶν δούλων αὐτῆς ἐκπέμπει πρὸς Τιβέριον εἰς τὰς Καπρέας. δὲ μαθὼν τόν τε Σηιᾶνον κτείνει καὶ τοὺς συνεπιβούλους, τήν τε Ἀντωνίαν καὶ πρὶν ἀξιολόγως ἄγων τιμιωτέραν τε ὑπελάμβανεν κἀπὶ τοῖς πᾶσι πιθανήν. 18.183ὑπὸ δὴ ταύτης τῆς Ἀντωνίας Τιβέριος παρακαλούμενος ἐξετάσαι τὸν Εὔτυχον, “ἀλλʼ εἰ μὲν καταψεύσειε, φησὶν Τιβέριος, ἔτι δὲ Ἀγρίππου τὰ εἰρημένα Εὔτυχος, ἀρκοῦσαν κομίζεται παρʼ αὐτοῦ τιμωρίαν, ἣν ἐπιτετίμηκα αὐτός· εἰ δὲ βασανιζομένου ἀληθῆ φανείη τὰ εἰρημένα, μήπου κολάζειν ποθῶν τὸν ἀπελεύθερον ἐπʼ αὐτὸν μᾶλλον καλοίη τὴν δίκην”. 18.184καὶ Ἀγρίππας ταῦτα φαμένης πρὸς αὐτὸν Ἀντωνίας πολλῷ μᾶλλον ἐπέκειτο ἀξιῶν ἐξέτασιν γενέσθαι τοῦ πράγματος, καὶ Ἀντωνία, οὐ γὰρ ἀνίει πολὺς ὢν Ἀγρίππας ἐπὶ τοῖσδε δεῖσθαι, καιρὸν παραλαβοῦσα τοιοῦτον· 18.185αἰωρεῖτο μὲν Τιβέριος ἐπὶ φορείου κείμενος, προϊόντων Γαΐου τε τοῦ ἐκείνης υἱωνοῦ καὶ Ἀγρίππα, ἀπʼ ἀρίστου δʼ ἦσαν, παραπεριπατοῦσα τῷ φορείῳ παρεκάλει καλεῖσθαί τε τὸν Εὔτυχον καὶ ἐξετάζεσθαι. 18.186 δέἀλλʼ ἴστων μὲν Ἀντωνία, εἶπεν, οἱ θεοί, ὅτι μὴ τῇ ἐμαυτοῦ γνώμῃ ἀνάγκῃ δὲ τῆς σῆς παρακλήσεως ἐξαγόμενος πράξω τὰ πραξόμενα.” ταῦτα εἰπὼν κελεύει Μάκρωνα, ὃς Σηιανοῦ διάδοχος ἦν, τὸν Εὔτυχον ἀγαγεῖν. καὶ μὲν οὐδὲν εἰς ἀναβολὰς παρῆν. Τιβέριος δʼ αὐτὸν ἤρετο, τί καὶ ἔχοι λέγειν κατʼ ἀνδρὸς ἐλευθερίαν αὐτῷ παρεσχηκότος. 18.187 δέ φησιν, “ δέσποτα, αἰωροῦντο μὲν ἐφʼ ἁμάξης Γάιός τε οὗτος καὶ Ἀγρίππας σὺν αὐτῷ καί σφων ἑζόμην παρὰ τοῖν ποδοῖν, λόγων δὲ πολλῶν ἀνακυκλουμένων Ἀγρίππας φησὶ πρὸς Γάιον· εἰ γὰρ ἀφίκοιτό ποτε ἡμέρα, μεταστὰς γέρων οὗτος χειροτονοίη σε ἡγεμόνα τῆς οἰκουμένης· οὐδὲν γὰρ ἡμῖν Τιβέριος υἱωνὸς αὐτοῦ γένοιτʼ ἂν ἐμποδὼν ὑπὸ σοῦ τελευτῶν, καὶ τε οἰκουμένη γένοιτʼ 18.188ἂν μακαρία κἀγὼ πρὸ αὐτῆς.” Τιβέριος δὲ πιστὰ ἡγησάμενος τὰ εἰρημένα καὶ ἅμα μῆνιν ἀναφέρων τῷ Ἀγρίππᾳ παλαιάν, διότι κελεύσαντος αὐτοῦ θεραπεύειν Τιβέριον υἱωνόν τε αὐτοῦ γεγονότα καὶ Δρούσου παῖδα ὄντα, Ἀγρίππας ἀτίμως ἦγεν παρακροασάμενος τὰς ἐπιστολὰς καὶ πᾶς ὡς τὸν Γάιον μετεκάθιζεν, 18.189τοῦτον μὲν δή, φησί, Μάκρων, δῆσον.” Μάκρων δὲ τὰ μὲν οὐ σαφῶς ὅντινα προστάξειεν ἐξεπιστάμενος, τὰ δὲ οὐκ ἂν προσδοκῶν περὶ τῷ Ἀγρίππᾳ αὐτὸν κελεῦσαί τι τοιοῦτον, ἐπανεῖχεν ἀκριβωσόμενος τὰ εἰρημένα. 18.190ἐπεὶ δʼ Καῖσαρ περιοδεύσας τὸν ἱππόδρομον λαμβάνει τὸν Ἀγρίππαν ἑστηκότα, “καὶ μὴν δή, φησίν, Μάκρων, τοῦτον εἶπον δεθῆναι”. τοῦ δὲ ἐπανερομένου ὅντινα, “Ἀγρίππαν γεεἶπεν. 18.191καὶ Ἀγρίππας τρέπεται μὲν κατὰ δεήσεις, τοῦ τε παιδὸς συνετέθραπτο μνημονεύων καὶ τοῦ Τιβερίου τῆς ἐκτροφῆς, οὐ μὴν ἤνυέν γέ τι, ἀλλʼ ἦγον αὐτὸν ἐν πορφυρίσι δέσμιον. 18.192καὶ καῦμά τε γὰρ σφοδρὸν ἦν καὶ ὑπὸ οἴνου τοῦ ἐπὶ σιτίοις μὴ πολλοῦ γεγονότος δίψος ἐξέκαιεν αὐτόν, καί τι καὶ ἠγωνία καὶ τὸ παρʼ ἀξίαν προσελάμβανεν, θεασάμενός τινα τῶν Γαΐου παίδων Θαυμαστὸν ὄνομα ὕδωρ ἐν ἀγγείῳ κομίζοντα ᾔτησε πιεῖν. 18.193καὶ ὀρέξαντος προθύμως πιών, “ἀλλʼ εἴπερ ἐπʼ ἀγαθοῖς, φησίν, παῖ, τὰ τῆσδέ σου τῆς διακονίας γέγονεν, διαφυγῆς μοι γενομένης τῶνδε τῶν δεσμῶν οὐκ ἂν βραδύνοιμι ἐλευθερίαν εἰσπρασσόμενός σοι παρὰ Γαΐου, ὃς καὶ δεσμώτῃ μοι γενομένῳ διακονεῖσθαι καθάπερ ἐν τῷ πρότερον καθεστηκότι σχήματι τῆς περὶ ἐμὲ ἀξιώσεως οὐκ ἐνέλιπες.” καὶ οὐκ ἐψεύσατο ταῦτα εἰπών, ἀλλὰ δὴ ἠμείψατο· 18.194ἐν ὑστέρῳ γὰρ βασιλεύσας τὸν Θαυμαστὸν μειζόνως ἐλεύθερόν τε ἀφῆκε παρὰ Γαΐου Καίσαρος γεγονότος λαβὼν καὶ τῆς οὐσίας ἐπίτροπον καθίστησι, τελευτῶν τε τῷ υἱεῖ Ἀγρίππᾳ καὶ Βερενίκῃ τῇ θυγατρὶ ἐπὶ τοῖς ὁμοίοις διακονησόμενον κατέλιπεν, ἐν τιμῇ τε ὢν ταύτῃ γηραιὸς τελευτᾷ. καὶ ταῦτα μὲν ὕστερον. 18.195

Ἀγρίππας δὲ τότε δεθεὶς εἱστήκει πρὸ τοῦ βασιλείου πρός τινι δένδρῳ κλιθεὶς ὑπὸ ἀθυμίας μετὰ πολλῶν οἳ ἐδέδεντο. καί τινος ὀρνέου καθίσαντος ἐπὶ τοῦ δένδρου, Ἀγρίππας προσεκέκλιτο, βουβῶνα δὲ οἱ Ῥωμαῖοι τὸν ὄρνιν τοῦτον καλοῦσιν, τῶν δεσμωτῶν τις Γερμανὸς θεασάμενος ἤρετο τὸν στρατιώτην, ὅστις εἴη ἐν τῇ πορφυρίδι. 18.196καὶ μαθὼν μὲν Ἀγρίππαν ὄνομα αὐτῷ, Ἰουδαῖον δὲ τὸ γένος καὶ τῶν ἐκείνῃ ἀξιολογωτάτων, ἠξίωσεν τὸν συνδεδεμένον αὐτῷ στρατιώτην πλησίον ἐλθεῖν διὰ λόγων· βούλεσθαι γάρ τινα ἀμφὶ τῶν πατρίων ἔρεσθαι αὐτόν. 18.197καὶ τυχών, ἐπεὶ πλησίον ἵσταται, διʼ ἑρμηνέως νεανία, φησίν, καταχθεῖ μέν σε τὸ αἰφνίδιον τῆς μεταβολῆς πολλήν τε οὕτως καὶ ἀθρόαν ἐπαγαγὸν τὴν τύχην, ἀπιστία δέ σοι λόγων, οἳ ἐπὶ διαφυγῇ κακοῦ τοῦ ἐφεστηκότος διαιροῖντο τοῦ θείου τὴν πρόνοιαν. 18.198ἴσθι γε μήν, θεοὺς τοὺς ἐμοὶ πατρῴους καὶ τοὺς τοῖσδε ἐγχωρίους, οἳ τόνδε ἐπρυτάνευσαν ἡμῖν τὸν σίδηρον, ἐπομνύμενος λέξω τὰ πάντα οὔτε ἡδονῇ γλωσσάργῳ διδοὺς τὸν ἐπʼ αὐτοῖς λόγον οὔτε διακενῆς εὐθυμεῖν σε ἐσπουδακώς. 18.199αἱ γὰρ ἐπὶ τοιοῖσδε προαγορεύσεις ὑστερηκότος τοῦ ἀποδείξοντος ἔργου χαλεπωτέραν προστίθενται τὴν ἀχθηδόνα τοῦ μηδʼ εἰ τὴν ἀρχὴν ἀκροάσαιτο αὐτῶν. ἀλλὰ καὶ τὸ ἐμὸν κινδύνοις παραβαλλόμενος δίκαιον ἡγησάμην σοι διασαφῆσαι τὴν προαγόρευσιν τῶν θεῶν. 18.200οὐκ ἔσθʼ ὅπως οὐκ εὐθέως ἀπαλλαγή τέ σοι τῶνδε τῶν δεσμῶν παρέσται καὶ πρόοδος ἐπὶ μήκιστον ἀξιώματός τε καὶ δυνάμεως, ζηλωτός τε ἂν γένοιο πᾶσιν, οἳ νῦν διʼ οἴκτου τὰς τύχας σου λαμβάνουσιν, εὐδαίμονά τε ἂν ποιοῖο τὴν τελευτὴν παισίν, οἷς ἔσῃ τὸν βίον καταλειπόμενος. μνημονεύειν δέ, ὁπότε εἰσαῦθις τὸν ὄρνιν θεάσαιο τοῦτον, πέντε ἡμέραις σοι τὴν τελευτὴν ἐσομένην. 18.201ταῦτα πεπράξεται μὲν ᾗπερ ἀποσημαίνει τοῦ θεοῦ τὸ ἐξαποστεῖλαν τουτονὶ τὸν ὄρνιν. προγνώσει τε αὐτῶν σύνεσιν τὴν παραγενομένην ἀποστερεῖν σε ἄδικον ἡγησάμην, ὅπως ἐπιστάμενος ἀγαθοῦ μέλλοντος λυσιτελεῖν ἐν ὀλίγῳ τὴν ἀχθηδόνα τοῦ παρόντος τιθοῖο. μνήμην δὲ ποιεῖσθαι εἰς χεῖράς σου παραγενομένου τοῦ εὐδαίμονος καὶ τοῦ καθʼ ἡμᾶς διαφευξομένου δυστυχίαν, 18.202 τανῦν σύνεσμεν.” καὶ μὲν Γερμανὸς τοσάδε προειπὼν εἰς τοσόνδε ὦφλεν τῷ Ἀγρίππᾳ γέλωτα, ἐφʼ ὅσον ἐν τοῖς ὕστερον κατεφάνη τεθαυμάσθαι ἄξιος. δὲ Ἀντωνία χαλεπῶς φέρουσα τοῦ Ἀγρίππου τὴν δυστυχίαν τὸ μὲν Τιβερίῳ περὶ αὐτοῦ διαλέγεσθαι ἐργωδέστερον ἑώρα καὶ ἄλλως ἐπʼ ἀπράκτοις γενησόμενον, 18.203εὑρίσκετο δʼ αὐτῷ παρὰ τοῦ Μάκρωνος στρατιωτῶν τε μετρίων ἀνδρῶν οἳ παραφυλάξειαν αὐτὸν ἐν φροντίσιν καὶ ἑκατοντάρχου τοῦ ἐφεστηξομένου τε ἐκείνοις καὶ συνδέτου ἐσομένου, λουτρά τε καθʼ ἡμέραν συγκεχωρῆσθαι καὶ ἀπελευθέρων καὶ φίλων εἰσόδους τήν τε ἄλλην ῥᾳστώνην, τῷ σώματι γένοιτʼ ἄν. 18.204εἰσῄεσάν τε ὡς αὐτὸν φίλος τε Σίλας καὶ τῶν ἀπελευθέρων Μαρσύας καὶ Στοιχεὺς τροφὰς εἰσκομίζοντες αἷς ἔχαιρεν καὶ διʼ ἐπιμελείας πάσης ἔχοντες, ἱμάτιά τε κομίζοντες ἐπὶ προσποιήσει πράσεως ὁπότε νὺξ γένοιτο ὑπεστρώνυσαν αὐτῷ συμπράξει τῶν στρατιωτῶν Μάκρωνος προειρηκότος· καὶ ταῦτα ἐπράσσετο ἐπὶ μῆνας ἕξ. καὶ τὰ μὲν κατὰ Ἀγρίππαν ἐν τούτοις ἦν. 18.205

Τιβέριος δʼ ἐπανελθὼν εἰς τὰς Καπρέας ἐμαλακίζετο τὰ μὲν πρῶτα μετρίως, ἐπιδούσης δʼ εἰς τὸ μᾶλλον τῆς νόσου πονηρὰς ἔχων περὶ αὐτῷ τὰς ἐλπίδας Εὔοδον, ὃς ἦν αὐτῷ τιμιώτατος τῶν ἀπελευθέρων, κελεύει τὰ τέκνα προσαγαγεῖν πρὸς αὐτόν· χρῄζειν γὰρ ἀφικέσθαι σφίσι διὰ λόγων πρὶν τελευτᾶν. 18.206ἦσαν δʼ αὐτῷ παῖδες γνήσιοι μὲν οὐκέτι· Δροῦσος γὰρ δὴ μόνος αὐτῷ γεγονὼς ἐτύγχανεν τεθνεώς· υἱὸς δὲ τούτου κατελείπετο Τιβέριος ἐπικαλούμενος Γέμελλος, Γάιός τε Γερμανικοῦ παῖς, ἀδελφοῦ υἱὸς γεγονώς, νεανίας τε ἤδη καὶ παιδείαν ἐκπεπονηκὼς ἐπὶ πλεῖστον εὐνοίᾳ τε τοῦ δήμου τιμώμενος διὰ τὴν Γερμανικοῦ τοῦ πατρὸς ἀρετήν· 18.207ἐπὶ μέγιστον γὰρ δὴ οὗτος προῆλθεν παρὰ τοῖς πλήθεσι τιμῆς εὐσταθείᾳ τρόπου καὶ δεξιότητι τοῦ ὁμιλεῖν ἀνεπαχθὴς ὢν καὶ τὴν ἀξίωσιν κτώμενος τῷ βούλεσθαι ἴσος πᾶσιν εἶναι. 18.208ἐξ ὧν οὐ μόνον δῆμος καὶ βουλὴ μειζόνως ἦγον αὐτόν, ἀλλὰ καὶ τῶν ὑποτελῶν ἕκαστον ἐθνῶν, οἱ μὲν ὡμιληκότες ἁλισκόμενοι τῇ χάριτι τῆς ἐντεύξεως, οἱ δὲ πύστει τῆς ἐκείνων ἀφηγήσεως παραλαμβάνοντες. 18.209πένθος τε αὐτοῦ τελευτήσαντος προυτέθη πᾶσιν οὐ θεραπείᾳ τῆς ἀρχῆς ἐπιψευδομένων τὴν συμφοράν, λύπῃ δὲ ἀληθεῖ οἰκειουμένων διὰ τὸ ἴδιον τυχεῖν ἑκάστοις τὴν μετάστασιν αὐτοῦ ὑπειλῆφθαι· 18.210οὕτως ἀνεπαχθῶς ὡμίλησε τοῖς ἀνθρώποις. ἐξ ὧν μέγα ὄφελος καὶ τῷ παιδὶ αὐτοῦ παρὰ πᾶσιν κατελέλειπτο τοῖς τε ἄλλοις καὶ μάλιστα τὸ στρατιωτικὸν ἦρτο, ἀρετὴν ἀριθμοῦντες τὸ περὶ τῆς ἀρχῆς ἐκείνῳ περιγενησομένης, εἰ δεήσει, καὶ τελευτᾶν. 18.211

δὲ Τιβέριος Εὐόδῳ πρόσταγμα ποιησάμενος κατὰ τὴν ὑστεραίαν ὑπὸ τὴν ἕω εἰσαγαγεῖν τοὺς παῖδας εὔχεται τοῖς πατρίοις θεοῖς σημεῖόν τι πρόφαντον αὐτῷ δεῖξαι περὶ τοῦ τὴν ἡγεμονίαν διαδεξομένου, σπεύδων μὲν τῷ υἱεῖ τοῦ παιδὸς αὐτὴν καταλιπεῖν, μεῖζον δὲ δόξης τε καὶ βουλήσεως τῆς αὐτοῦ πεπιστευκὼς τοῦ θεοῦ τὸ ἐπʼ αὐτοῖς ἀποφανούμενον. 18.212οἰώνισμα δʼ οὖν αὐτῷ προύκειτο, εἰς ἐκεῖνον ἥξειν τὴν ἡγεμονίαν, ὃς ἂν κατὰ τὴν ἐπιοῦσαν ἀφίκοιτο πρότερος πρὸς αὐτόν. ταῦτα διανοηθεὶς πέμπει παρὰ τοῦ υἱωνοῦ τὸν παιδαγωγὸν κελεύων ὑπὸ πρώτην ὥραν ἄγειν τὸν παῖδα ὡς αὐτόν, καταμελήσεσθαι στρατηγίας τὸν θεὸν ὑπολαμβάνων· δʼ ἀντεψήφιζεν αὐτοῦ τὴν χειροτονίαν. 18.213 μὲν δὴ ταῦτʼ ἐνθυμησάμενος, ἐπεὶ τάχιστα ἡμέρα ἦν, κελεύει τὸν Εὔοδον εἰσκαλεῖν τῶν παίδων τὸν παρόντα πρότερον. ἐξελθὼν δʼ ἐκεῖνος καὶ τὸν Γάιον πρὸ τοῦ δωματίου καταλαβών, γὰρ Τιβέριος οὐ παρῆν μετεώρου τῆς τροφῆς αὐτῷ γενομένης, ᾔδει δὲ οὐδὲν ὧν ἐβούλετο δεσπότης, “καλεῖ σε, φησίν, πατήρ”, καὶ εἰσήγαγεν αὐτόν. 18.214Τιβέριος δὲ ὡς θεᾶται Γάιον, τότε πρῶτον εἰς ἐπίνοιαν ἐλθὼν τοῦ θείου τῆς ἐξουσίας καὶ τὴν κατʼ αὐτὸν ἡγεμονίαν παντελῶς ἀφῃρημένην ἐπικυροῦν οἷς ψηφίσαιτο δυνάμεως ἐκεῖθεν αὐτῷ μὴ παραγενομένης, πολλὰ δὴ κατολοφυράμενος αὑτὸν μὲν τοῦ ἐφʼ οἷς προβουλεύσειε κυροῦν ἀφῃρημένου τὸ κράτος, 18.215Τιβέριον δὲ τὸν υἱωνόν, ὡς τῆς τε Ῥωμαίων ἀρχῆς ὁμοῦ διαμάρτοι καὶ τῆς σωτηρίας κεχρημένον διὰ τὸ ἐπʼ ἄλλων κρειττόνων οὐκ ἀνεκτὸν εἰσηγησαμένω τὴν συναναστροφὴν κείσεσθαι τὴν σωτηρίαν αὐτῷ τοῦ συγγενοῦς μὴ ὠφελεῖν δυναμένου, φόβῳ τε καὶ μίσει τοῦ ἐφεστηκότος χρησομένου πρὸς αὐτόν, τὰ μὲν ὡς προσεδρεύοντα τῇ ἀρχῇ, τὰ δὲ ὡς ἀντεπιβουλεύειν ὑπέρ τε τῆς σωτηρίας καὶ τῆς ἀντιλήψεως τῶν πραγμάτων μὴ ἀφησόμενον. 18.216ἦν δὲ καὶ γενεθλιαλογίᾳ Τιβέριος μάλιστα προσκείμενος καὶ κατορθούμενα αὐτῇ μειζόνως τῶν εἰς τόδε ἀνακειμένων ἑκόντων τὸν βίον ἐξηγμένος. Γάλβαν οὖν ποτε θεασάμενος ὡς αὐτὸν εἰσιόντα φησὶ πρὸς τοὺς ἐπιτηδειοτάτους αὐτῷ, ὡς παραγίνοιτο ἀνὴρ τῇ Ῥωμαίων προτιμησόμενος ἡγεμονίᾳ. 18.217τά τε πάντα μαντειῶν ὁπόσα ἐχόμενα πιθανὰ ἡγούμενος ἡγεμόνων μάλιστα ἀνὴρ οὗτος ὑπὸ τοῦ ἐπαληθείοντος αὐτῶν ἐπὶ τοῖς πράγμασιν ἐχρῆτο αὐταῖς. 18.218καὶ τότε ἐν χαλεποῖς ἦν συντυχίᾳ τοῦ γεγονότος, ὡς ἐπʼ ἀπολωλότι τῷ υἱεῖ τοῦ παιδὸς ἀχθεινῶς διατιθέμενος καὶ κατάμεμψιν αὐτοῦ ποιούμενος τοῦ κατὰ τὴν οἰώνισιν προμηθοῦς· παρὸν γὰρ ἂν αὐτῷ λύπης ἀπηλλαγμένῳ τελευτᾶν ἀμαθίᾳ τῶν ἐσομένων, διατρίβεσθαι τῷ προεγνωκὼς τὴν ἐσομένην δυστυχίαν τῶν φιλτάτων τελευτᾶν. 18.219καίπερ δὲ συντεταραγμένος τῇ παρὰ δόξαν τῆς ἀρχῆς εἰς οὓς οὐκ ἤθελεν περιόδῳ, ἄκων δὲ καὶ μὴ βουλόμενος φησὶ γοῦν πρὸς τὸν Γάιον· “ παῖ, καίπερ μοι συγγενεστέρου Τιβερίου κατὰ σὲ ὄντος δόξῃ τε τῇ ἐμαυτοῦ καὶ τῷ ὁμοψήφῳ ἐπʼ αὐτῇ τῶν θεῶν σοὶ φέρων ἐγχειρίζω τὴν Ῥωμαίων ἡγεμονίαν. 18.220ἀξιῶ δέ σε μηδὲν ἀμνημονεῖν ὁμιλήσαντα αὐτῇ μήτʼ εὐνοίας τῆς ἐμῆς, ὃς εἰς τοσόνδε ἀξιώματος καθίστημι μέγεθος, 18.221μήτε τοῦ πρὸς Τιβέριον συγγενοῦς, ἀλλʼ ἐπιστάμενον, ὡς σύν τε τοῖς θεοῖς καὶ μετʼ αὐτοὺς τοιῶνδέ σοι κατασταίην ἀγαθῶν ποριστής, ἀμείβεσθαί μου τὸ ἐπʼ αὐτοῖς πρόθυμον καὶ ἅμα Τιβερίου φροντίζειν διὰ τὴν συγγένειαν, ἄλλως τε γινώσκειν, ὡς τεῖχός σοι καὶ τῆς ἀρχῆς ὁμοῦ καὶ τῆς σωτηρίας περιὼν γίνοιτο ἂν Τιβέριος, φροίμιον δὲ τοῦ δυστυχοῦς μεθιστάμενος. 18.222αἵ τε γὰρ μονώσεις ἐπικίνδυνοι τοῖς εἰς τηλικούτων πραγμάτων ὄγκον καταστᾶσιν καὶ θεοῖς οὐκ ἀτιμώρητα ὁπόσα παρὰ δίκην πρασσόμενα ἀφανίζοι τοῦ νόμου τὸ ἑτέρως πράσσειν παρακαλοῦν.” ταῦτα μὲν Τιβέριος ἔλεγεν, 18.223οὐ μὴν πιθανὸς ἦν Γαΐῳ καίπερ ὑπισχνουμένῳ, ἀλλὰ καταστὰς εἰς τὴν ἀρχὴν τόν τε Τιβέριον μαντείαις ἀναιρεῖ ταῖς ἐκείνου καὐτὸς ἐπιβουλῶν ἐπʼ αὐτὸν συντεθεισῶν μετʼ οὐ πολὺ τελευτᾷ. 18.224

Τιβέριος δὲ τὸν Γάιον ἀποδείξας διάδοχον τῆς ἡγεμονίας ὀλίγας ἐπιβιοὺς ἡμέρας ἔθανεν σχὼν αὐτὸς τὴν ἀρχὴν ἡμέρας τρεῖς καὶ πέντε μῆνας πρὸς ἐνιαυτοῖν δυοῖν καὶ εἴκοσι. Γάιος δὲ ἦν αὐτοκράτωρ τέταρτος. 18.225Ῥωμαίοις δʼ ἦν μὲν πύστις τῆς Τιβερίου τελευτῆς εὐφραίνοντό τε τῷ ἀγαθῷ τῆς ἀγγελίας, οὐ μὴν πιστεύειν γε θάρσος ἦν αὐτοῖς, οὐ τῷ μὴ βούλεσθαι, πρὸ πολλῶν γὰρ ἂν ἐτίμησαν χρημάτων τὸ ἐπαληθεῦσαν τῶν λόγων, δέει δὲ μὴ ψευδοῦς τῆς ἀγγελίας γενομένης προεξαναστάντες ἐπὶ δηλώσει τοῦ αὐτῶν χάρματος εἶτʼ ἀπολλύοιντο διαβολῆς αὐτῶν γενομένης· 18.226πλεῖστα γὰρ ἀνὴρ εἷς οὗτος Ῥωμαίων τοὺς εὐπατρίδας εἰργάσατο δεινὰ δυσόργητος ἐπὶ πᾶσιν ὢν καὶ ἀνήκεστος εἰς τὸ ἐργάζεσθαι καταστάς, εἰ καὶ χωρὶς λόγου τὴν αἰτίαν ἐπανέλοιτο τοῦ μισεῖν, καὶ ἐπὶ πᾶσι μὲν οἷς κρίνοιεν ἐξαγριοῦν φύσιν ἔχων, εἰς θάνατον δὲ καὶ τῶν κουφοτάτων ἀνατιθεὶς τὴν ζημίαν. 18.227ὥστε ἡδονῇ τοῦ ἐπʼ αὐτῷ λόγου φέροντος τὴν ἀκρόασιν εἰς ὅσον ἐβούλοντο ἀπολαύσματι χρῆσθαι ἐπεκεκώλυντο δείμασι κακῶν, προεωρᾶτο ψευσθεῖσι τῆς ἐλπίδος. 18.228Μαρσύας δὲ τοῦ Ἀγρίππου ἀπελεύθερος πυθόμενος τοῦ Τιβερίου τὴν τελευτὴν ὠθεῖτο δρομαῖος τὸν Ἀγρίππαν εὐαγγελιούμενος, καὶ καταλαβὼν ἐν ἐξόδοις ὄντα εἰς τὸ βαλανεῖον συννεύσας πρὸς αὐτὸν γλώσσῃ τῇ Ἑβραίωντέθνηκεν λέωνφησίν. 18.229 δὲ σύνεσίν τε τοῦ λόγου ποιησάμενος καὶ χάρματι τῷ ἐπʼ αὐτῷ περιενεχθείςἀλλά σοι τῶν ἁπάντων καὶ τῆς ἐπὶ τῷδε εὐαγγελίας χάριτες ἐν ἐμοὶ παντοῖαι γίνοιντο, μόνον ἀληθῆ τὰ λεγόμενα εἴη.” καὶ ἑκατοντάρχης, 18.230ὅσπερ τῇ φυλακῇ ἐφειστήκει τοῦ Ἀγρίππου, θεώμενος τήν τε σπουδὴν μεθʼ οἵας Μαρσύας ἀφίκετο καὶ τὸ ἐκ τῶν λόγων χάρμα τῷ Ἀγρίππᾳ συνελθόν, ὑποτοπήσας καίνωσίν τινα γεγονέναι τῶν λόγων ἤρετό σφας περὶ τοῦ λόγου τοῦ ἐφεστηκότος. 18.231οἱ δὲ τέως μὲν παρέτρεπον, ἐγκειμένῳ δὲ ἀποσημαίνει Ἀγρίππας, ἤδη γὰρ φίλος ἦν, μηδὲν ἐνδοιάσας. δὲ ἐκοινοῦτό τε τὴν ἡδονὴν τοῦ λόγου διὰ τὸ εἰς ἀγαθὰ τῷ Ἀγρίππᾳ φέρειν προυτίθει τε αὐτῷ δεῖπνον. εὐωχουμένων δʼ αὐτῶν καὶ τοῦ πότου προϊόντος παρῆν τις λέγων ζῆν τε τὸν Τιβέριον καὶ ὀλίγων ἡμερῶν ἐπανήξειν εἰς τὴν πόλιν. 18.232καὶ ἑκατοντάρχης δεινῶς θορυβηθεὶς τῷ λόγῳ διὰ τὸ εἰς θάνατον ἀνακείμενα πεπραχέναι δεσμώτῃ τε καὶ ἐπʼ ἀγγελίᾳ θανάτου αὐτοκράτορος συνδιῃτῆσθαι μετὰ χάρματος, ἀπωθεῖταί τε τὸν Ἀγρίππαν τοῦ κλινιδίου καίἦπου, φησίν, λήσειν με ὑπονοεῖς θάνατον τοῦ αὐτοκράτορος κατεψευσμένος, ἀλλʼ 18.233οὐ κεφαλῇ τῇ σῇ τοῦτον ἀναμαξόμενος τὸν λόγον;” ταῦτα εἰπὼν κελεύει δῆσαι τὸν Ἀγρίππαν λελυκὼς πρότερον αὐτὸν φυλακήν τε ἀκριβεστέραν αὐτοῦ πρότερον καθίσταται. καὶ νύκτα μὲν ἐκείνην Ἀγρίππας ἐν τοιούτοις ἦν τοῖς κακοῖς. 18.234τῇ δὲ ὑστεραίᾳ λόγος τε πλείων ἦν κατὰ τὴν πόλιν ἰσχυριζόμενος ἐπὶ τῇ τελευτῇ τοῦ Τιβερίου, ἐθάρρουν τε οἱ ἄνθρωποι φανερῶς ἤδη θροεῖν καί τινες καὶ θυσίας ἐπετέλουν, ἐπιστολαί τε ἀφίκοντο παρὰ τοῦ Γαΐου, μὲν πρὸς τὴν σύγκλητον τοῦ Τιβερίου διασαφοῦσα τὴν τελευτὴν καὶ τὴν αὐτοῦ παράληψιν τῆς ἡγεμονίας γενομένην, 18.235 δὲ πρὸς Πείσωνα τὸν φύλακα τῆς πόλεως τοῦτό τε ἀγορεύουσα, καὶ τὸν Ἀγρίππαν ἐκέλευεν ἐκ τοῦ στρατοπέδου μεταστῆσαι εἰς τὴν οἰκίαν, ἐν πρότερον δεθῆναι δίαιταν εἶχεν. τότε ἐν θάρσει λοιπὸν ἦγεν τὰ περὶ αὐτῆς· φυλακὴ μὲν γὰρ καὶ τήρησις ἦν, μετὰ μέντοι ἀνέσεως τῆς εἰς τὴν δίαιταν. 18.236Γάιος δὲ ὡς ἐπὶ Ῥώμης παρῆν ἄγων τοῦ Τιβερίου τὸ σῶμα, ταφάς τε αὐτοῦ ποιεῖται πολυτελεῖς νόμοις τοῖς πατρίοις, Ἀγρίππαν τε αὐθημερὸν λύειν ὄντα πρόθυμον κώλυμα Ἀντωνία ἦν οὔ τι μίσει τῷ πρὸς τὸν δεδεμένον προμηθείᾳ δὲ τοῦ Γαΐου εὐπρεποῦς, μὴ δόξαν ἀπάγοιτο ἡδονῇ δεχομένου τὴν Τιβερίου τελευτὴν ἄνδρα ὑπʼ ἐκείνου δεδεμένον λύων ἐκ τοῦ ὀξέος. 18.237διελθουσῶν μέντοι οὐ πολλῶν ἡμερῶν μεταπεμψάμενος αὐτὸν εἰς τὸν οἶκον ἀποκείρει τε αὐτὸν καὶ μεταμφιέννυσιν, εἶτα δὲ τὸ διάδημα περιτίθησιν τῇ κεφαλῇ καὶ βασιλέα καθίστησιν αὐτὸν τῆς Φιλίππου τετραρχίας δωρησάμενος αὐτῷ καὶ τὴν Λυσανίου τετραρχίαν, ἀλλάττει τε σιδηρᾷ ἁλύσει χρυσῆν ἰσόσταθμον. ἱππάρχην δὲ ἐπὶ τῆς Ἰουδαίας ἐκπέμπει Μάρυλλον. 18.238

Δευτέρῳ δὲ ἔτει τῆς Γαΐου Καίσαρος ἡγεμονίας Ἀγρίππας ἠξίου συγχώρησιν αὐτῷ γενέσθαι πλεύσαντι τήν τε ἀρχὴν καταστήσασθαι καὶ τὰ ἄλλα εἰς δέον οἰκονομησαμένῳ ἐπανιέναι. 18.239καὶ συγχωροῦντος τοῦ αὐτοκράτορος παρῆν παρʼ ἐλπίδας τε ὤφθη πᾶσι βασιλεὺς πολλήν τε τῆς τύχης ἐπεδείκνυεν ἐπὶ τοῖς ἀνθρώποις τὴν ἐξουσίαν τοῖς θεωροῦσιν ἐκ λογισμῶν ἀπορίας τε τῆς πρότερον καὶ τοῦ ἐν τῷ παρόντι εὐδαίμονος. καὶ οἱ μὲν ἐμακάριζον τοῦ μὴ διαμαρτίᾳ χρησαμένου τῶν ἐλπίδων, οἱ δʼ ἐν ἀπιστίᾳ περὶ τῶν γεγονότων ἦσαν. 18.240

Ἡρωδιὰς δὲ ἀδελφὴ τοῦ Ἀγρίππου συνοικοῦσα Ἡρώδῃ, τετράρχης δὲ οὗτος ἦν Γαλιλαίας καὶ Περαίας, φθόνῳ τἀδελφοῦ τὴν ἐξουσίαν ἐδέχετο ὁρῶσα ἐν πολὺ μείζονι ἀξιώματι γεγενημένον ἀνδρὸς τοῦ αὐτῆς, διὰ τὸ φυγῇ μὲν ποιήσασθαι τὴν ἔξοδον διαλῦσαι τὰ χρέα μὴ δυνάμενον, κάθοδον δὲ μετʼ ἀξιώματος καὶ οὕτως πολλοῦ τοῦ εὐδαίμονος. 18.241ἐλυπεῖτο οὖν καὶ βαρέως ἔφερεν τῇ ἐπὶ τοσοῦτον αὐτοῦ μεταβολῇ, καὶ μάλιστα ὁπότε θεάσαιτο μετὰ τῶν εἰωθότων παρασήμων τῆς βασιλείας ἐπιφοιτῶντά τε τοῖς πλήθεσιν, ἐπικρύπτεσθαι οὐκ ἠνείχετο τὴν δυστυχίαν τοῦ φθόνου, ἀλλὰ τὸν ἄνδρα ἐξῆρεν κελεύουσα ἐπὶ τῆς Ῥώμης πλεῖν ἐπὶ μνηστείᾳ τῶν ἴσων· 18.242οὐδὲ γὰρ ἀνεκτὸν εἶναι σφίσι τὸ ζῆν, εἰ Ἀγρίππας Ἀριστοβούλου μὲν υἱὸς ὢν θανεῖν ὑπὸ τοῦ πατρὸς κατεγνωσμένου, πενίᾳ δὲ ἀπόρῳ συνιών, ὡς τελέως αὐτῷ ἐπικουφίζεσθαι τἀναγκαῖα τοῦ ἐφʼ ἡμέρας, φυγῇ δὲ τῶν δεδανεικότων τὸν πλοῦν πεποιημένος ἐπανεληλύθοι βασιλεύς, αὐτὸς δέ γε ὢν παῖς βασιλέως καὶ τοῦ συγγενοῦς τῆς ἀρχῆς καλοῦντος αὐτὸν ἐπὶ μεταποιήσει τῶν ἴσων καθέζοιτο ἀγαπῶν ἐν ἰδιωτείᾳ διαβιοῦν. 18.243ἀλλʼ εἰ καὶ πρότερόν γε, Ἡρώδη, μηδὲν ἐλύπει σε τὸ ἐν ἐλάσσονι τιμῇ πατρὸς οὗ γέγονας εἶναι, νῦν γοῦν ὀρέχθητι συγγενοῦς ἀξιώματος μηδὲ ὑπόμενε ἡσσᾶσθαι προύχοντι τιμῆς ἀνδρὶ πλοῦτον τεθεραπευκότι τὸν σόν, μηδὲ πενίαν ἀποφήνῃς τὴν ἐκείνου τῆς ἡμετέρας εὐπορίας ἀρετῇ μᾶλλον χρῆσθαι δυναμένην, μηδὲ δευτερεύειν ἀνεπαίσχυντον ἡγοῦ τῶν χθές τε καὶ πρῴην ἐλέῳ τῷ σῷ διαβεβιωκότων. 18.244ἀλλʼ ἐπὶ τῆς Ῥώμης ἴωμεν, καὶ μήτε πόνου φειδώ τις ἔστω μήτε ἀργυρίου δαπάνης καὶ χρυσίου, διὰ τὸ μὴ ἐπʼ οὐδαμινοῖς ἐν βελτίοσιν γενέσθαι τὴν τήρησιν αὐτῶν ἀναλώσεως τῆς ἐπὶ κτήσει βασιλείας ἐσομένης.” 18.245

δὲ τέως μὲν ἀπεμάχετο ἀγαπῶν τὴν ἡσυχίαν καὶ τῆς Ῥώμης τὸν ὄχλον διʼ ὑποψίας λαμβάνων ἀναδιδάσκειν τε αὐτὴν ἐπειρᾶτο, δʼ ἐφʼ ὅσον ἐξαναχωροῦντα ἑώρα μειζόνως ἐπέκειτο κελεύουσα μὴ ἀνιέναι πάντα πράσσειν ἐπὶ τῇ βασιλείᾳ. 18.246καὶ πέρας οὐκ ἀνῆκεν ἕως ἐξενίκησεν αὐτὸν ὁμογνώμονα αὐτῇ ἀκουσίως γενέσθαι διὰ τὸ μὴ εἶναι ἄλλως ἀποφυγεῖν αὐτῆς τὸ ἐπὶ τοιούτοις ψηφισάμενον, παρασκευασάμενός τε ὡς ἐνῆν πολυτελῶς καὶ φειδοῖ μηδενὸς χρώμενος ἀνήγετο ἐπὶ τῆς Ῥώμης ἅμα καὶ τὴν Ἡρωδιάδα ἀγόμενος. 18.247Ἀγρίππας δὲ τήν τε διάνοιαν αὐτῶν καὶ τὴν παρασκευὴν αἰσθόμενος καὶ αὐτὸς παρεσκευάζετο, ἐπεί τε ἐκπεπλευκότας ἀκούει, πέμπει καὶ αὐτὸς ἐπὶ τῆς Ῥώμης Φορτουνᾶτον αὐτοῦ τῶν ἀπελευθέρων δῶρά τε κομίζοντα τῷ αὐτοκράτορι καὶ ἐπιστολὰς κατὰ τοῦ Ἡρώδου τὰ δὲ καὶ αὐτὸν διδάξοντα καιρὸς τὸν Γάιον. 18.248 δὲ ἐπαναχθεὶς τοῖς ἀμφὶ τὸν Ἡρώδην καὶ δεξιῷ χρησάμενος τῷ πλῷ τοσόνδε ἀπελίπετο τοῦ Ἡρώδου, ὥστε τὸν μὲν ἐντυχεῖν Γαΐῳ, δὲ ἐπικατάγεται καὶ τὰς ἐπιστολὰς ἀπεδίδου. καὶ προσέπλευσαν ἀμφότεροι Δικαιαρχείᾳ καὶ τὸν Γάιον ἐν Βαΐαις λαμβάνουσιν. 18.249πολύδριον δʼ ἐστὶ καὶ τοῦτο τῆς Καμπανίας ὅσον ἀπὸ σταδίων πέντε τῆς Δικαιαρχείας κείμενον, βασίλειοί τέ εἰσιν οἰκήσεις αὐτόθι πολυτελέσι κεχρημέναι κατασκευαῖς φιλοτιμηθέντος τῶν αὐτοκρατόρων ἑκάστου τοὺς προγεγονότας ὑπερβάλλεσθαι, λουτρά τε παρέχεται τὸ χωρίον θερμὰ γῆθεν αὐτόματα ἀνιέντα ἀγαθὰ ἐπί τε ἰάσει τοῖς χρωμένοις καὶ ἄλλως τῷ ἀνειμένῳ τῆς διαίτης συμφέροντα. 18.250Γάιος δὲ ἅμα τε προσαγορεύων τὸν Ἡρώδην, πρῶτον δὲ αὐτῷ ἐνετύγχανεν, ἅμα τε τοῦ Ἀγρίππου τὰς ἐπιστολὰς ἐπιὼν ἐπὶ κατηγορίᾳ τῇ ἐκείνου συγκειμένας, κατηγόρει δὲ αὐτοῦ ὁμολογίαν πρὸς Σηιανὸν κατὰ τῆς Τιβερίου ἀρχῆς καὶ πρὸς Ἀρτάβανον τὸν Πάρθον ἐπὶ τοῦ παρόντος κατὰ τῆς Γαΐου ἀρχῆς, 18.251παράδειγμά τε ἦν αὐτῷ τοῦ λόγου μυριάσιν ἑπτὰ ὁπλιτῶν ἀρκέσουσα κατασκευὴ ἐν ταῖς Ἡρώδου ὁπλοθήκαις ἀποκειμένη, ἐκινεῖτό τε ὑπὸ τῶν εἰρημένων καὶ ἤρετο τὸν Ἡρώδην, εἰ ἀληθὴς περὶ τῶν ὅπλων λόγος. 18.252τοῦ δέ, οὐ γὰρ ἦν ἕτερα εἰπεῖν διὰ τὸ ἀντιφθέγξασθαι τὴν ἀλήθειαν, εἰπόντος εἶναι τὰ ὅπλα, πιστὰ ἡγούμενος εἶναι τὰ ἐπὶ τῇ ἀποστάσει κατηγορούμενα, τὴν τετραρχίαν ἀφελόμενος αὐτὸν προσθήκην τῇ Ἀγρίππου βασιλείᾳ ποιεῖται καὶ τὰ χρήματα ὁμοίως τῷ Ἀγρίππᾳ δίδωσιν, αὐτὸν δὲ φυγῇ ἀιδίῳ ἐζημίωσεν ἀποδείξας οἰκητήριον αὐτοῦ Λούγδουνον πόλιν τῆς Γαλλίας. 18.253Ἡρωδιάδα δὲ μαθὼν Ἀγρίππου ἀδελφὴν οὖσαν τά τε χρήματα ἐδίδου ὁπόσα ἐκείνῃ ἰδίᾳ ἦν καὶ τοῦ μὴ κοινωνεῖν νομίσας τῷ ἀνδρὶ τῆς συμφορᾶς τεῖχος αὐτῇ τὸν ἀδελφὸν ἔλεγεν. 18.254 δέἀλλὰ σὺ μέν, αὐτόκρατορ, εἶπεν, μεγαλοφρόνως τε καὶ ἀξιώματι τῷ σαυτοῦ πρεπόντως τάδε λέγεις, κώλυμα δέ μοί ἐστιν χρῆσθαί σου τῇ χάριτι τῆς δωρεᾶς εὔνοια πρὸς τὸν γεγαμηκότα, οὗ κοινωνόν με τῆς εὐδαιμονίας γενομένην οὐ δίκαιον ἐγκαταλιπεῖν τὸ ἐπὶ ταῖς τύχαις καθεσταμένον.” 18.255 δὲ ὀργῇ τοῦ μεγαλόφρονος αὐτὴν ποιησάμενος συνήλαυνεν καὶ αὐτὴν τῷ Ἡρώδῃ καὶ τὴν οὐσίαν αὐτῆς τῷ Ἀγρίππᾳ δίδωσιν. Ἡρωδιάδι μὲν δὴ φθόνου τοῦ πρὸς τὸν ἀδελφὸν καὶ Ἡρώδῃ γυναικείων ἀκροασαμένῳ κουφολογιῶν δίκην ταύτην ἐπετίμησεν θεός. 18.256Γάιος δὲ τὸν μὲν πρῶτον ἐνιαυτὸν καὶ τὸν ἑξῆς πάνυ μεγαλοφρόνως ἐχρῆτο τοῖς πράγμασιν καὶ μέτριον παρέχων αὑτὸν εἰς εὔνοιαν πολλὴν προυχώρει παρά τε Ῥωμαίοις αὐτοῖς καὶ τοῖς ὑπηκόοις. προϊὼν δʼ ἐξίστατο τοῦ ἀνθρωπίνως φρονεῖν ὑπὸ μεγέθους τῆς ἀρχῆς ἐκθειάζων ἑαυτὸν καὶ τὰ πάντα ἐπʼ ἀτιμίᾳ τοῦ θείου πολιτεύειν ἦρτο. 18.257

Καὶ δὴ στάσεως ἐν Ἀλεξανδρείᾳ γενομένης Ἰουδαίων τε οἳ ἐνοικοῦσι καὶ Ἑλλήνων τρεῖς ἀφʼ ἑκατέρας τῆς στάσεως πρεσβευταὶ αἱρεθέντες παρῆσαν ὡς τὸν Γάιον. καὶ ἦν γὰρ τῶν Ἀλεξανδρέων πρέσβεων εἷς Ἀπίων, ὃς πολλὰ εἰς τοὺς Ἰουδαίους ἐβλασφήμησεν ἄλλα τε λέγων καὶ ὡς τῶν Καίσαρος τιμῶν περιορῷεν· 18.258πάντων γοῦν ὁπόσοι τῇ Ῥωμαίων ἀρχῇ ὑποτελεῖς εἶεν βωμοὺς τῷ Γαΐῳ καὶ νεὼς ἱδρυμένων τά τε ἄλλα πᾶσιν αὐτὸν ὥσπερ τοὺς θεοὺς δεχομένων, μόνους τούσδε ἄδοξον ἡγεῖσθαι ἀνδριᾶσι τιμᾶν καὶ ὅρκιον αὐτοῦ τὸ ὄνομα ποιεῖσθαι. 18.259πολλὰ δὲ καὶ χαλεπὰ Ἀπίωνος εἰρηκότος, ὑφʼ ὧν ἀρθῆναι ἤλπιζεν τὸν Γάιον καὶ εἰκὸς ἦν, Φίλων προεστὼς τῶν Ἰουδαίων τῆς πρεσβείας, ἀνὴρ τὰ πάντα ἔνδοξος Ἀλεξάνδρου τε τοῦ ἀλαβάρχου ἀδελφὸς ὢν καὶ φιλοσοφίας οὐκ ἄπειρος, οἷός τε ἦν ἐπʼ ἀπολογίᾳ χωρεῖν τῶν κατηγορημένων. διακλείει δʼ αὐτὸν Γάιος κελεύσας ἐκποδὼν ἀπελθεῖν, 18.260περιοργής τε ὢν φανερὸς ἦν ἐργασόμενός τι δεινὸν αὐτούς. δὲ Φίλων ἔξεισι περιυβρισμένος καί φησι πρὸς τοὺς Ἰουδαίους, οἳ περὶ αὐτὸν ἦσαν, ὡς χρὴ θαρρεῖν, Γαΐου λόγῳ μὲν αὐτοῖς ὠργισμένου, ἔργῳ δὲ ἤδη τὸν θεὸν ἀντιπαρεξάγοντος. 18.261

Γάιος δὲ ἐν δεινῷ φέρων εἰς τοσόνδε ὑπὸ Ἰουδαίων περιῶφθαι μόνων πρεσβευτὴν ἐπὶ Συρίας ἐκπέμπει Πετρώνιον διάδοχον Οὐιτελλίῳ τῆς ἀρχῆς, κελεύων χειρὶ πολλῇ εἰσβαλόντι εἰς τὴν Ἰουδαίαν, εἰ μὲν ἑκόντες δέχοιντο, ἱστᾶν αὐτοῦ ἀνδριάντα ἐν τῷ ναῷ τοῦ θεοῦ, εἰ δʼ ἀγνωμοσύνῃ χρῷντο, πολέμῳ κρατήσαντα τοῦτο ποιεῖν. 18.262καὶ Πετρώνιος Συρίαν παραλαβὼν ἠπείγετο διακονεῖσθαι ταῖς ἐπιστολαῖς τοῦ Καίσαρος, συμμαχίαν τε πλείστην ὅσην ἠδύνατο ἀθροίσας καὶ τάγματα δύο τῆς Ῥωμαίων δυνάμεως ἄγων ἐπὶ Πτολεμαΐδος παρῆν αὐτόθι χειμάσων ὡς πρὸς ἔαρ τοῦ πολεμεῖν οὐκ ἀφεξόμενος, καὶ πρὸς τὸν Γάιον ἔγραφεν περὶ τῶν ἐπεγνωσμένων. δὲ ἐπῄνει τῆς προθυμίας αὐτὸν καὶ ἐκέλευεν μὴ ἀνιέναι πολεμεῖν δὲ μὴ πειθομένοις ἐντεταμένως. 18.263Ἰουδαίων δὲ πολλαὶ μυριάδες παρῆσαν ὡς τὸν Πετρώνιον εἰς Πτολεμαΐδα κατὰ δεήσεις μηδὲν ἐπὶ παρανομίᾳ σφᾶς ἐπαναγκάζειν καὶ παραβάσει τοῦ πατρίου νόμου. 18.264εἰ δέ σοι πάντως πρόκειται τὸν ἀνδριάντα φέρειν καὶ ἱστᾶν, ἡμᾶς αὐτοὺς πρότερον μεταχειρισάμενος πρᾶσσε τὰ δεδογμένα· οὐδὲ γὰρ δυνάμεθα περιόντες θεωρεῖν πράγματα ἡμῖν ἀπηγορευμένα ἀξιώματί τε τοῦ νομοθέτου καὶ προπατόρων τῶν ἡμετέρων τῶν εἰς ἀρετὴν ἀνήκειν αὐτὰ κεχειροτονηκότων.” Πετρώνιος δὲ ὀργὴν λαβὼν εἶπεν· 18.265ἀλλʼ εἰ μὲν αὐτοκράτωρ ὢν βουλεύμασι χρῆσθαι τοῖς ἐμαυτοῦ τάδε πράσσειν ἐπενόουν, κἂν δίκαιος ἦν ὑμῖν πρός με οὗτος λόγος. νυνὶ δέ μοι Καίσαρος ἐπεσταλκότος πᾶσα ἀνάγκη διακονεῖσθαι τοῖς ἐκείνῳ προανεψηφισμένοις διὰ τὸ εἰς ἀνηκεστοτέραν φέρειν ζημίαν τὴν παρακρόασιν αὐτῶν.” “ἐπεὶ τοίνυν οὕτως φρονεῖς, 18.266 Πετρώνιε, φασὶν οἱ Ἰουδαῖοι, ὡς μὴ ἂν ἐπιστολὰς τὰς Γαΐου παρελθεῖν, οὐδʼ ἂν αὐτοὶ παραβαίημεν τοῦ νόμου τὴν προαγόρευσιν θεοῦ πεισθέντες ἀρετῇ καὶ προγόνων πόνοις τῶν ἡμετέρων εἰς νῦν ἀπαράβατοι μεμενηκότες, οὐδʼ ἂν τολμήσαιμεν ἐπὶ τοσοῦτον κακοὶ γενέσθαι, ὥστε ὁπόσα ἐκείνῳ δόξειεν μὴ πρασσόμενα ἀγαθοῦ ῥοπὴν ἡμῖν φέρειν αὐτοὶ παραβαίνειν ποτʼ ἂν θάνατον φοβηθέντες. 18.267ὑπομενοῦμεν δὲ εἰς τύχας ἰόντες ἐπὶ φυλακῇ τε πατρίων καὶ κινδυνεύειν προθεμένοις ἐλπίδα οὖσαν ἐξεπιστάμενοι κἂν περιγενέσθαι διά τε τοῦ θεοῦ τὸ στησόμενον μεθʼ ἡμῶν ἐπὶ τιμῇ τε τῇ ἐκείνου τὰ δεινὰ ὑποδεχομένων καὶ τῆς τύχης τὸ ἐπʼ ἀμφότερα φιλοῦν τοῖς πράγμασι παρατυγχάνειν, 18.268ἐκ δὲ τοῦ σοὶ πείθεσθαι πολλὴν μὲν λοιδορίαν τοῦ ἀνάνδρου προσκεισομένην ὡς διʼ αὐτὸ παράβασιν τοῦ νομίμου προσποιουμένοις, καὶ ἅμα πολλὴν ὀργὴν τοῦ θεοῦ, ὃς καὶ παρὰ σοὶ δικαστῇ γένοιτʼ ἂν βελτίων Γαΐου.” 18.269

Καὶ Πετρώνιος ἐκ τῶν λόγων θεασάμενος δυσνίκητον αὐτῶν τὸ φρονοῦν καὶ μὴ ἂν ἀμαχεὶ δύναμιν αὐτῷ γενέσθαι διακονήσασθαι Γαΐῳ τὴν ἀνάθεσιν τοῦ ἀνδριάντος πολὺν δὲ ἔσεσθαι φόνον, τούς τε φίλους ἀναλαβὼν καὶ θεραπείαν, περὶ αὐτὸν ἦν, ἐπὶ Τιβεριάδος ἠπείγετο χρῄζων κατανοῆσαι τῶν Ἰουδαίων τὰ πράγματα ὡς ἔχοι. 18.270καὶ Ἰουδαῖοι μέγαν ἡγούμενοι τὸν ἐκ τοῦ πρὸς Ῥωμαίους πολέμου κίνδυνον, πολὺ μείζονα δὲ κρίνοντες τὸν ἐκ τοῦ παρανομεῖν, αὖθις πολλαὶ μυριάδες ὑπηντίαζον Πετρώνιον εἰς τὴν Τιβεριάδα γενόμενον, 18.271καὶ ἱκετείᾳ χρώμενοι μηδαμῶς εἰς ἀνάγκας τοιαύτας αὐτοὺς καθιστᾶν μηδὲ μιαίνειν ἀνδριάντος ἀναθέσει τὴν πόλιν, “πολεμήσετε ἄρα Καίσαρι, Πετρώνιος ἔφη, μήτε τὴν ἐκείνου παρασκευὴν λογιζόμενοι μήτε τὴν ὑμετέραν ἀσθένειαν;” οἱ δʼοὐδαμῶς πολεμήσαιμεν, ἔφασαν, τεθνηξόμεθα δὲ πρότερον παραβῆναι τοὺς νόμους.” ἐπί τε τὰ πρόσωπα κείμενοι καὶ τὰς σφαγὰς προδεικνύντες ἕτοιμοι κτιννύεσθαι ἔλεγον εἶναι. 18.272καὶ ταῦτʼ ἐπράσσετο ἐπὶ ἡμέρας τεσσαράκοντα, καὶ τοῦ γεωργεῖν ἀπερίοπτοι τὸ λοιπὸν ἦσαν καὶ ταῦτα τῆς ὥρας οὔσης πρὸς σπόρῳ, πολλή τε ἦν προαίρεσις αὐτοῖς καὶ τοῦ θνήσκειν ἐπιθυμίας πρόθεσις, τὴν ἀνάθεσιν θεάσασθαι τοῦ ἀνδριάντος. 18.273

Ἐν τούτοις ὄντων τῶν πραγμάτων Ἀριστόβουλος Ἀγρίππου τοῦ βασιλέως ἀδελφὸς καὶ Ἑλκίας μέγας ἄλλοι τε οἱ κράτιστοι τῆσδε τῆς οἰκίας καὶ οἱ πρῶτοι σὺν αὐτοῖς εἰσίασιν ὡς τὸν Πετρώνιον παρακαλοῦντες αὐτόν, 18.274ἐπειδὴ τὴν προθυμίαν ὁρᾷ τῆς πληθύος, μηδὲν εἰς ἀπόνοιαν αὐτῆς παρακινεῖν, ἀλλὰ γράφειν πρὸς Γάιον τὸ ἀνήκεστον αὐτῶν πρὸς τὴν ἀποδοχὴν τοῦ ἀνδριάντος, πῶς τε ἀποστάντες τοῦ γεωργεῖν ἀντικαθέζονται, πολεμεῖν μὲν οὐ βουλόμενοι διὰ τὸ μηδʼ ἂν δύνασθαι, θανεῖν δʼ ἔχοντες ἡδονὴν πρὶν παραβῆναι τὰ νόμιμα αὐτοῖς, ὥστε ἀσπόρου τῆς γῆς γενομένης λῃστεῖαι ἂν φύοιντο ἀδυναμίᾳ καταβολῆς τῶν φόρων. 18.275ἴσως γὰρ ἂν ἐπικλασθέντα τὸν Γάιον μηδὲν ὠμὸν διανοηθῆναι μηδὲ ἐπʼ ἀναστάσει φρονῆσαι τοῦ ἔθνους· ἐμμένοντος δὲ τῇ τότε βουλῇ τοῦ πολεμεῖν τότε δὴ καὐτὸν ἅπτεσθαι τοῦ πράγματος. 18.276καὶ οἱ μὲν ἀμφὶ τὸν Ἀριστόβουλον ἐπὶ τούτοις τὸν Πετρώνιον παρεκάλουν. Πετρώνιος δὲ τοῦτο μὲν τῶν περὶ τὸν Ἀριστόβουλον παντοίως ἐπικειμένων διὰ τὸ ὑπὲρ μεγάλων ποιεῖσθαι τὴν δέησιν καὶ πάσῃ μηχανῇ χρησαμένων εἰς τὰς ἱκετείας, 18.277τοῦτο δὲ τῶν Ἰουδαίων θεώμενος τὴν ἀντιπαράταξιν τῆς γνώμης καὶ δεινὸν ἡγούμενος τοσαῖσδε ἀνθρώπων μυριάσιν μανίᾳ τῇ Γαΐου διακονούμενος ἐπαγαγὼν θάνατον ἐν αἰτίᾳ τὸ πρὸς θεὸν σεβάσμιον ἔχειν καὶ μετὰ πονηρᾶς τὸν μετὰ ταῦτα βίον ἐλπίδος διαιτᾶσθαι, πολὺ κρεῖσσον ἡγεῖτο ἐπιστείλας τῷ Γαΐῳ τὸ ἀνήκεστον αὐτῶν ὀργὴν φέροντος μὴ ἐκ τοῦ ὀξέος δεδιακονημένου αὐτοῦ ταῖς ἐπιστολαῖς· 18.278τάχα μὲν γὰρ καὶ πείσειν· καὶ τῇ τὸ πρῶτον μανίᾳ τῆς γνώμης ἐπιμένοντος ἅψεσθαι πολέμου τοῦ πρὸς αὐτούς, εἰ δʼ ἄρα τι καὶ κατʼ αὐτοῦ τρέποι τῆς ὀργῆς, καλῶς ἔχειν τοῖς ἀρετῆς μεταποιουμένοις ὑπὲρ τοσῆσδε ἀνθρώπων πληθύος τελευτᾶν, ἔκρινε πιθανὸν ἡγεῖσθαι τῶν δεομένων τὸν λόγον. 18.279

Συγκαλέσας δὲ εἰς τὴν Τιβεριάδα τοὺς Ἰουδαίους, οἱ δὲ ἀφίκοντο πολλαὶ μυριάδες, καταστὰς ἐπʼ αὐτῶν τήν τε ἐν τῷ παρόντι στρατείαν οὐ γνώμης ἀπέφαινε τῆς αὐτοῦ τοῦ δὲ αὐτοκράτορος τῶν προσταγμάτων, τὴν ὀργὴν οὐδὲν εἰς ἀναβολάς, ἀλλʼ ἐκ τοῦ παραχρῆμα ἐπιφέρεσθαι τοῖς πράγμασιν τοῖς παρακροᾶσθαι θάρσος εἰσφερομένοις· καλῶς ἔχον ἐστὶν τόν γε τιμῆς τοσαύτης ἐπιτετευχότα συγχωρήσει τῇ ἐκείνου οὐδὲν ἐναντίον πράσσειν· 18.280οὐ μὴν δίκαιον ἡγοῦμαι ἀσφάλειάν τε καὶ τιμὴν τὴν ἐμαυτοῦ μὴ οὐχ ὑπὲρ τοῦ ὑμετέρου μὴ ἀπολουμένου τοσούτων ὄντων ἀναλοῦν διακονούμενον τῇ ἀρετῇ τοῦ νόμου, ὃν πάτριον ὄντα περιμάχητον ἡγεῖσθε, καὶ τῇ ἐπὶ πᾶσιν ἀξιώσει καὶ δυνάμει τοῦ θεοῦ, οὗ τὸν ναὸν οὐκ ἂν περιιδεῖν τολμήσαιμι ὕβρει πεσεῖν τῆς τῶν ἡγεμονευόντων ἐξουσίας. 18.281στέλλω δὲ ὡς Γάιον γνώμας τε τὰς ὑμετέρας διασαφῶν καί πῃ καὶ συνηγορίᾳ χρώμενος ὑπὲρ τοῦ καθʼ ἡμᾶς παρὰ γνώμην πεισομένην οἷς προύθεσθε ἀγαθοῖς. καὶ συμπράσσοι μὲν θεός, βελτίων γὰρ ἀνθρωπίνης μηχανῆς καὶ δυνάμεως κατʼ ἐκεῖνον ἐξουσία, πρυτανεύων ὑμῖν τε τὴν τήρησιν τῶν πατρίων καὶ αὐτῷ τὸ μηδὲν ἀνθρωπείαις παρὰ γνώμην βουλεύσεσι τιμῶν τῶν εἰωθυιῶν ἁμαρτεῖν. 18.282εἰ δʼ ἐκπικρανθεὶς Γάιος εἰς ἐμὲ τρέψει τὸ ἀνήκεστον τῆς ὀργῆς, τλήσομαι πάντα κίνδυνον καὶ πᾶσαν ταλαιπωρίαν συνιοῦσαν τῷ σώματι καὶ τῇ τύχῃ ὑπὲρ τοῦ μὴ ὑμᾶς τοσούσδε ὄντας ἐπὶ οὕτως ἀγαθαῖς ταῖς πράξεσι διολλυμένους θεωρεῖν. 18.283ἄπιτε οὖν ἐπὶ ἔργα τὰ αὐτῶν ἕκαστοι καὶ τῇ γῇ ἐπιπονεῖτε. πέμψω δʼ αὐτὸς ἐπὶ Ῥώμης καὶ τὰ πάντα ὑπὲρ ὑμῶν διʼ ἐμαυτοῦ καὶ τῶν φίλων οὐκ ἀποτραπήσομαι διακονεῖν.” 18.284

Ταῦτα εἰπὼν καὶ διαλύσας τῶν Ἰουδαίων τὸν σύλλογον προμηθεῖσθαι τῶν εἰς τὴν γεωργίαν ἠξίου τοὺς ἐν τέλει καὶ καθομιλεῖν τὸν λαὸν ἐλπίσι χρησταῖς. καὶ μὲν εὐθυμεῖν τὸ πλῆθος ἔσπευδεν. θεὸς δὲ παρρησίαν ἐπεδείκνυτο τὴν αὐτοῦ Πετρωνίῳ καὶ τὴν ἐπὶ τοῖς ὅλοις σύλληψιν· 18.285ἅμα τε γὰρ ἐπαύετο τοῦ λόγου, ὃν πρὸς τοὺς Ἰουδαίους εἶπεν, καὶ αὐτίκα ὑετὸν ἠφίει μέγαν παρʼ ἐλπίδα τοῖς ἀνθρώποις γενόμενον διὰ τὸ ἐκείνην τὴν ἡμέραν αἴθριον ἕωθεν οὖσαν οὐδὲν ὄμβριον ἀποσημαίνειν ἐκ τῶν περὶ τὸν οὐρανὸν καὶ τὸ πᾶν ἔτος αὐχμῷ μεγάλῳ κατεσχημένον ἐπʼ ἀπογνώσει ποιεῖν τοὺς ἀνθρώπους ὕδατος τοῦ ἄνωθεν, εἰ καὶ σύννεφόν ποτε θεάσαιντο τὸν οὐρανόν. 18.286ὥστε δὴ τότε πολλοῦ καὶ παρὰ τὸ εἰωθὸς καὶ παρὰ τὸ ἑτέρῳ δόξαν ἀφιγμένου ὕδατος τοῖς τε Ἰουδαίοις ἐλπὶς ἦν ἐπʼ οὐδαμοῖς ἀτυχήσειν Πετρώνιον ὑπὲρ αὐτῶν δεόμενον, τε Πετρώνιος κατεπέπληκτο μειζόνως ὁρῶν ἐναργῶς τὸν θεὸν τῶν Ἰουδαίων προμηθούμενον καὶ πολλὴν ἀποσημήναντα τὴν ἐπιφάνειαν, ὡς μηδʼ ἂν τοῖς ἔργῳ προθεμένοις τἀναντία φρονεῖν ἰσχὺν ἀντιλέξεως καταλελεῖφθαι. 18.287ὡς δὲ καὶ πρὸς τὸν Γάιον σὺν τοῖς λοιποῖς ὁπόσα ἔγραφεν, ἐπαγωγὰ δὲ ἦν τὰ πάντα καὶ παντοίως παρακαλοῦντα μὴ τοσαύτας μυριάδας ἀνθρώπων ἀπονοεῖν, ἃς εἰ κτείνοι, οὐ γὰρ δίχα γε πολέμου παραχωρήσειν τοῦ νομίμου τῆς θρησκείας, προσόδου τε τῆς ἀπʼ αὐτῶν ἀποστερεῖσθαι καὶ τῷ τροπαίῳ τῆς ἀρᾶς ὑποτίθεσθαι τὸν μέλλοντα αἰῶνα. 18.288κἄλλως θείου τοῦ προεστηκότος αὐτῶν τὴν δύναμιν ὡς ἀκραιφνῆ ἀπέφαινεν καὶ μηδὲν ἐνδοίαστον ἐπὶ δυνάμει τῇ αὐτῆς ἐπιδείκνυσθαι καταλείπουσαν. καὶ Πετρώνιος μὲν ἐν τούτοις ἦν. 18.289

Ἀγρίππας δὲ βασιλεύς, ἐτύγχανεν γὰρ ἐπὶ Ῥώμης διαιτώμενος, προύκοπτε φιλίᾳ τῇ πρὸς τὸν Γάιον μειζόνως. καί ποτε προθεὶς δεῖπνον αὐτῷ καὶ πρόνοιαν ἔχων πάντας ὑπερβαλέσθαι τέλεσί τε τοῖς εἰς τὸ δεῖπνον καὶ παρασκευῇ τοῦ εἰς ἡδονὴν φέροντος, 18.290ὡς μὴ ὅπως ἄν τινα τῶν λοιπῶν, ἀλλὰ μηδʼ αὐτὸν Γάιον πιστεύειν ποτε ἰσωθῆναι θελήσοντα οὐχ ὅπως ὑπερβαλέσθαι· τοσοῦτον ἀνὴρ τῇ παρασκευῇ πάντας ὑπερῆρεν καὶ τῷ τὰ πάντα Καίσαρος ἐκφροντίσας παρασχεῖν. 18.291καὶ Γάιος ἐκθαυμάσας τήν τε διάνοιαν αὐτοῦ καὶ τὴν μεγαλοπρέπειαν, ὡς ἐπʼ ἀρεσκείᾳ τῇ αὐτοῦ βιάζοιτο καὶ ὑπὲρ δύναμιν τῶν χρημάτων εὐπορίᾳ χρήσασθαι, βουλόμενός τε μιμήσασθαι τὴν Ἀγρίππου φιλοτιμίαν ἐφʼ ἡδονῇ τῇ αὐτοῦ πρασσομένην, ἀνειμένος ὑπὸ οἴνου καὶ τὴν διάνοιαν εἰς τὸ ἱλαρώτερον ἐκτετραμμένος, φησὶν ἐν συμποσίῳ παρακαλοῦντος εἰς πότον· 18.292Ἀγρίππα, καὶ πρότερον μέν σοι τιμὴν συνῄδειν ἐχρῶ τὰ πρὸς ἐμὲ καὶ πολλὴν εὔνοιαν μετὰ κινδύνων ἀποδειχθεῖσαν, οἷς ὑπὸ Τιβερίου περιέστης διʼ αὐτήν, ἐπιλείπεις τε οὐδὲν καὶ ὑπὲρ δύναμιν ἀρετῇ χρῆσθαι τῇ πρὸς ἡμᾶς. ὅθεν, αἰσχρὸν γὰρ ἡσσᾶσθαί με ὑπὸ τῆς σῆς σπουδῆς, ἀναλαβεῖν βούλομαι τὰ ἐλλελειμμένα πρότερον· 18.293ὀλίγον γὰρ πᾶν ὁπόσον σοι δωρεῶν ἐχόμενον ἀπεμοιρασάμην. τὸ πᾶν, ὅπερ σοι ῥοπὴν ἂν προσθείη τοῦ εὐδαίμονος, δεδιακονήσεται γάρ σοι προθυμίᾳ τε καὶ ἰσχύι τῇ ἐμῇ.” καὶ μὲν ταῦτα ἔλεγεν οἰόμενος γῆν τε πολλὴν τῆς προσόδου αἰτήσεσθαι καί τινων προσόδους πόλεων, 18.294 δὲ καίπερ τὰ πάντα ἐφʼ οἷς αἰτήσαι παρασκευασάμενος οὐκ ἐφανέρου τὴν διάνοιαν, ἀλλʼ ἐκ τοῦ ὀξέος ἀμείβεται τὸν Γάιον, ὅτι μήτε πρότερον κέρδος τὸ ἀπʼ αὐτοῦ καραδοκῶν παρὰ τὰς Τιβερίου ἐπιστολὰς θεραπεύσειεν αὐτὸν οὔτε νῦν πράσσειν τι τῶν εἰς χάριν τὴν ἐκείνου κερδῶν οἰκείων ἔν τισι λήψεσι. 18.295μεγάλα δὲ εἶναι τὰ προδεδωρημένα καὶ περαιτέρω τοῦ θράσει χρωμένου τῶν ἐλπίδων· καὶ γὰρ εἰ τῆς σῆς ἐλάττονα γέγονεν δυνάμεως, τῆς γʼ ἐμοῦ τοῦ εἰληφότος διανοίας τε καὶ ἀξιώσεως μείζονα.” 18.296καὶ Γάιος ἐκπλαγεὶς τὴν ἀρετὴν αὐτοῦ πλειόνως ἐνέκειτο εἰπεῖν, τι χαρίζοιτʼ ἂν αὐτῷ παρασχόμενος. δέ, “ἐπεί περ, δέσποτα, προθυμίᾳ τῇ σῇ δωρεῶν ἄξιον ἀποφαίνεις, αἰτήσομαι τῶν μὲν εἰς ὄλβον φερόντων οὐδὲν διὰ τὸ μεγάλως με ἐνδιαπρέπειν οἷς ἤδη παρέσχες· 18.297 τι δʼ ἂν σοὶ δόξαν προσποιοῖ τοῦ εὐσεβοῦς καὶ τὸ θεῖον σύμμαχον ἐφʼ οἷς θελήσειας παρακαλοῖ κἀμοὶ πρὸς εὐκλείας γένοιτο παρὰ τοῖς πυνθανομένοις, ὡς μηθενὸς ὧν χρησαίμην ὑπὸ τῆς σῆς ἐξουσίας ἀτυχεῖν πώποτε γνόντι· ἀξιῶ γάρ σοι τοῦ ἀνδριάντος τὴν ἀνάθεσιν, ἣν ποιήσασθαι κελεύεις Πετρώνιον εἰς τὸ Ἰουδαίων ἱερόν, μηκέτι πράσσειν διανοεῖσθαι.” 18.298

Καὶ μὲν καίπερ ἐπικίνδυνον τοῦτο ἡγούμενος, εἰ γὰρ μὴ πιθανὰ ἔκρινε Γάιος, οὐδὲν ἄλλο ἐς θάνατον ἔφερεν, διὰ τὸ μεγάλα νομίζειν τε καὶ εἶναι κύβον ἀναρριπτεῖν τὸν ἐπʼ αὐτοῖς ἡγεῖτο. 18.299Γάιος δὲ καὶ ἅμα τε τῇ θεραπείᾳ τοῦ Ἀγρίππου ἀνειλημμένος καὶ ἄλλως ἀπρεπὲς ὑπολαμβάνων ἐπὶ τοσῶνδε μαρτύρων ψευδὴς γενέσθαι περὶ ὧν προθύμως ἐβιάζετο αἰτεῖσθαι τὸν Ἀγρίππαν μετὰ τοῦ ὀξέος μεταμέλῳ χρώμενος, 18.300ἅμα δὲ καὶ τοῦ Ἀγρίππου τὴν ἀρετὴν θαυμάσας, ἐν ὀλίγῳ αὔξειν τὴν οἰκείαν ἀρχὴν ἤτοι προσόδοις χρημάτων ἄλλῃ δυνάμει τοῦ κοινοῦ δὲ τῆς εὐθυμίας ἐπιμελοῖτο πρεσβεύων τοὺς νόμους καὶ τὸ θεῖον, συνεχώρει καὶ γράφει πρὸς τὸν Πετρώνιον, ἐκεῖνον τῆς τε ἀθροίσεως τοῦ στρατεύματος ἐπαινῶν καὶ τοῦ πρὸς αὐτὸν περὶ αὐτῶν ἐπεσταλκότος· 18.301νῦν οὖν εἰ μὲν φθάνεις τὸν ἀνδριάντα ἑστακώς, ἑστάτω· εἰ δὲ μήπω πεποίησαι τὴν ἀνάθεσιν, μηδὲν περαιτέρω κακοπαθεῖν, ἀλλὰ τόν τε στρατὸν διάλυε καὶ αὐτὸς ἐφʼ τὸ πρῶτόν σε ἔστειλα ἄπιθι· οὐδὲν γὰρ ἔτι δέομαι τῆς ἀναστάσεως τοῦ ἀνδριάντος Ἀγρίππᾳ χαριζόμενος ἀνδρὶ παρʼ ἐμοὶ τιμωμένῳ μειζόνως ὥστε με χρείᾳ τῇ 18.302ἐκείνου καὶ οἷς κελεύσειεν ἀντειπεῖν.” Γάιος μὲν δὴ ταῦτα γράφει πρὸς τὸν Πετρώνιον πρότερον ἐντυχεῖν ἐπὶ ἀποστάσει καταδόξας αὐτοὺς ἐπείγεσθαι, μηδὲν γὰρ ἕτερον ἀποσημαίνειν τὴν διάνοιαν αὐτῶν, ἀλλὰ πόλεμον ἄντικρυς Ῥωμαίοις ἀπειλεῖν. 18.303καὶ περιαλγήσας ὡς ἐπὶ πείρᾳ τῆς ἡγεμονίας αὐτοῦ τετολμηκότων, ἀνὴρ ἐπὶ πᾶσιν ἥσσων μὲν τοῦ αἰσχροῦ, κρείσσων δὲ τοῦ βελτίστου καὶ ἐφʼ οἷστισι κρίνειεν ὀργῇ χρῆσθαι παρʼ ὁντινοῦν ἐπειγόμενος παίδευσιν αὐτῆς οὐδʼ ἡντινοῦν προστιθείς, ἀλλʼ ἐφʼ ἡδονῇ τιθεὶς τῇ ἐκείνης τὴν κρίσιν τοῦ εὐδαίμονος, γράφει πρὸς τὸν Πετρώνιον· 18.304ἐπειδὴ δῶρα ὁπόσα σοι οἱ Ἰουδαῖοι παρέσχον ἐν μείζονι λόγῳ τῶν ἐμῶν πεποίησαι ἐντολῶν διακονεῖσθαι τὰ πάντα ἡδονῇ τῇ ἐκείνων ἀρθεὶς ἐπὶ παραβάσει τῶν ἐμῶν ἐντολῶν, κελεύω σε σαυτῷ. κριτὴν γενόμενον λογίσασθαι περὶ τοῦ ποιητέου σοι ὑποστάντα ὀργῇ τῇ ἐμῇ, ἐπεί τοι παράδειγμα ποιοῖντό σε οἵ τε νῦν πάντες καὶ ὁπόσοι ὕστεροι γένοιντʼ ἄν, μηδαμῶς ἀκυροῦν αὐτοκράτορος ἀνδρὸς ἐντολάς.” 18.305

Ταύτην μὲν γράφει Πετρωνίῳ τὴν ἐπιστολήν, οὐ μὴν φθάνει γε ζῶντος Πετρώνιος δεξάμενος αὐτὴν βραδυνθέντος τοῦ πλοῦ τοῖς φέρουσιν εἰς τοσόνδε, ὥστε Πετρωνίῳ γράμματα πρὸ αὐτῆς ἀφικέσθαι, διʼ ὧν μανθάνει τὴν Γαΐου τελευτήν. 18.306θεὸς γὰρ οὐκ ἄρʼ ἀμνημονήσειν ἔμελλε Πετρωνίῳ κινδύνων, οὓς ἀνειλήφει ἐπὶ τῇ τῶν Ἰουδαίων χάριτι καὶ τιμῇ τῇ αὐτοῦ, ἀλλὰ τὸν Γάιον ἀποσκευασάμενος ὀργῆς ὧν ἐπὶ σεβασμῷ τῷ αὐτοῦ πράσσειν ἐτόλμησε, τὸν μισθὸν χρεολυτεῖν συνευεργετεῖν τῷ Πετρωνίῳ τε Ῥώμη καὶ πᾶσα ἀρχή, μάλιστα δʼ ὁπόσοι τῆς βουλῆς προύχοιεν ἀξιώματι, διὰ τὸ εἰς ἐκείνους ἀκράτῳ τῇ ὀργῇ χρῆσθαι τὸν Γάιον. 18.307καὶ τελευτᾷ μὲν οὐ μετὰ πολὺν χρόνον γράψαι τῷ Πετρωνίῳ τὴν ἐπὶ τῷ θανεῖν ἀνακειμένην ἐπιστολήν, τὴν δʼ αἰτίαν, ἐξ ἧς τελευτᾷ, καὶ τῆς ἐπιβουλῆς τὸν τρόπον ἀφηγήσομαι προϊόντος τοῦ λόγου. 18.308Πετρωνίῳ δὲ προτέρα μὲν παρῆν διασαφοῦσα τοῦ Γαΐου τὴν τελευτὴν ἐπιστολή, μετʼ οὐ πολὺ δὲ κελεύουσα αὐτὸν τελευτᾶν αὐτόχειρα, καὶ ἥσθη τε τῇ συντυχίᾳ τοῦ ὀλέθρου, ὃς τὸν Γάιον κατέλαβεν, 18.309καὶ τοῦ θεοῦ τὴν πρόνοιαν ἐξεθαύμασεν οὐδὲν εἰς ἀναβολὰς ἀλλʼ ἐκ τοῦ ὀξέος μισθὸν αὐτῷ τιμῆς τε τῆς εἰς τὸν ναὸν καὶ βοηθείας τῆς Ἰουδαίων σωτηρίας παρασχομένου. καὶ Πετρωνίῳ μὲν οὕτως μὴ ἂν τοπασθεὶς διεφεύχθη ῥᾳδίως κίνδυνος τοῦ θανεῖν. 18.310

Γίνεται δὲ καὶ περὶ τοὺς ἐν τῇ Μεσοποταμίᾳ καὶ μάλιστα τὴν Βαβυλωνίαν οἰκοῦντας Ἰουδαίους συμφορὰ δεινὴ καὶ οὐδεμιᾶς ἧστινος ἐλάσσων φόνος τε αὐτῶν πολὺς καὶ ὁπόσος οὐχ ἱστορημένος πρότερον. περὶ ὧν δὴ τὰ πάντα ἐπʼ ἀκριβὲς διηγησάμενος ἐκθήσομαι καὶ τὰς αἰτίας, ἀφʼ ὧν αὐτοῖς τὸ πάθος συνέτυχεν. 18.311Νέερδα τῆς Βαβυλωνίας ἐστὶ πόλις ἄλλως τε πολυανδροῦσα καὶ χώραν ἀγαθὴν καὶ πολλὴν ἔχουσα καὶ σὺν ἄλλοις ἀγαθοῖς καὶ ἀνθρώπων ἀνάπλεως. ἔστιν δὲ καὶ πολεμίοις οὐκ εὐέμβολος περιόδῳ τε τοῦ Εὐφράτου πᾶσαν ἐντὸς αὐτὴν ἀπολαμβάνοντος καὶ κατασκευαῖς τειχῶν. 18.312ἔστιν δὲ καὶ Νίσιβις πόλις κατὰ τὸν αὐτὸν τοῦ ποταμοῦ περίρρουν, ὅθεν Ἰουδαῖοι τῇ φύσει τῶν χωρίων πεπιστευκότες τό τε δίδραχμον, τῷ θεῷ καταβάλλειν ἑκάστοις πάτριον, ταύτῃ κατετίθεντο καὶ ὁπόσα δὲ ἄλλα ἀναθήματα, ἐχρῶντό τε ὥσπερ ταμιείῳ ταῖσδε ταῖς πόλεσιν. 18.313ἐντεῦθεν δὲ ἐπὶ Ἱεροσολύμων ἀνεπέμπετο καιρός, πολλαί τε ἀνθρώπων μυριάδες τὴν κομιδὴν τῶν χρημάτων παρελάμβανον δεδιότες τὰς Παρθυαίων ἁρπαγὰς ὑποτελούσης ἐκείνοις τῆς Βαβυλωνίας. 18.314καὶ ἦσαν γὰρ Ἀσιναῖος καὶ Ἀνιλαῖος Νεερδᾶται μὲν τὸ γένος, ἀλλήλων δὲ ἀδελφοί. καὶ αὐτούς, πατρὸς δʼ ἦσαν ὀρφανοί, μήτηρ προσέταξεν ἱστῶν μαθήσει ποιήσεως, οὐκ ὄντος ἀπρεποῦς τοῖς ἐπιχωρίοις ὥστε τοὺς ἄνδρας ταλασιουργεῖν παρʼ αὐτοῖς. τούτοις τοῖς ἔργοις ἐφεστώς, καὶ γὰρ ἐμεμαθήκεσαν παρʼ αὐτῷ, βραδυτῆτα ἐπικαλέσας τῆς ἀφίξεως ἐκόλασε πληγαῖς. 18.315οἱ δὲ ἐφʼ ὕβρει τὴν δικαίωσιν λογιζόμενοι, κατασπάσαντες τῶν ὅπλων πολλὰ ὁπόσα ἦν ἐπὶ τῆς οἰκίας φυλασσόμενα ᾤχοντο εἴς τι χωρίον, διάρρηξιν μὲν ποταμῶν λεγόμενον, νομὰς δὲ ἀγαθὰς παρασχεῖν πεφυκὸς καὶ χιλὸν ὁπόσοι εἰς τὸν χειμῶνα ἀποτιθοῖντο. συνῄεσάν τε ὡς αὐτοὺς τῶν νέων οἱ ἀπορώτατοι, καὶ τούτους τοῖς ὅπλοις φραγνύντες στρατηγοί τε ἦσαν καὶ τῶν κακῶν ἡγεμόνες οὐκ ἐκωλύοντο εἶναι. 18.316προελθόντες γὰρ ἐπὶ τὸ ἄμαχον καὶ κατασκευάσαντες ἀκρόπολιν διέπεμπον πρὸς τοὺς νέμοντας φόρον αὐτοῖς κελεύοντες καταβάλλειν τῶν βοσκημάτων, ἀρκοῦσα ἐπιτροφὴ γίνοιτʼ ἄν, προστιθέντες φιλίαν τε πειθομένοις καὶ ἄμυναν τῶν ἀλλαχόθεν ποθὲν πολεμίων, σφαγὰς δὲ τῶν ποιμνίων ἀπειθοῦσιν. 18.317οἱ δέ, οὐ γὰρ ἦν ἕτερα παρʼ αὐτὰ ποιεῖν, ἠκροῶντο καὶ τῶν προβάτων ἔστελλον ὁπόσα κελευσθεῖεν, ὥστε δὴ καὶ πλείων αὐτοῖς συνελέγετο ἰσχὺς κύριοί τε ἦσαν ἐφʼ οἷς βουλεύσειαν ἐκ τοῦ ὀξέος ἐλαύνοντες κακουργεῖν. θεραπεύειν τε αὐτοὺς ἦρκτο πᾶς προστυγχάνων, καὶ ἦσαν φοβεροὶ καὶ τοῖς πειρασομένοις, ὥστʼ ἤδη προύκοπτε λόγος περὶ αὐτῶν κἀπὶ τοῦ Πάρθων βασιλέως. 18.318

δὲ τῆς Βαβυλωνίας σατράπης μαθὼν ταῦτα καὶ βουληθεὶς ἔτι φυομένους κωλῦσαι πρίν τι μεῖζον κακὸν ἐξ αὐτῶν ἀναστῆναι, συλλέξας στρατὸν ὅσον ἐδύνατο πλεῖστον καὶ τῶν Παρθυαίων καὶ τῶν Βαβυλωνίων ἤλασε πρὸς αὐτοὺς, φθῆναι θέλων προσβαλὼν ἐξελεῖν πρὶν ἐξάγγελτος γενέσθαι κατασκευάζων τὸν στρατόν. 18.319περικαθίσας δὲ τὸ ἕλος ἡσύχαζεν, καὶ κατὰ τὴν ἐπιοῦσαν, ἦν δὲ σάββατον ἀργίας παντὸς χρήματος Ἰουδαίοις ἡμέρα, οἰόμενος οὐ τολμήσειν ἀντιστατήσειν αὐτῷ τοὺς πολεμίους, ἀλλὰ ἀμαχεὶ λαβὼν ἄξειν δεδεμένους, κατὰ βραχὺ δὲ προσῄει χρῄζων αἰφνίδιον ποιεῖσθαι τὴν ἐπίπτωσιν. 18.320Ἀσιναῖος δὲ ἐτύγχανε σὺν τοῖς ἑταίροις καθεζόμενος καὶ τὰ ὅπλα παρέκειτο αὐτοῖςἄνδρες, φησί, χρεμετισμός μοι ἵππων προσέπεσεν οὐ φορβάδων, ἀλλʼ οἷος γένοιτʼ ἂν ἀνδρῶν αὐτοῖς ἐπιβεβηκότων, ἐπεὶ καί τινος ἀνακρούσεως αἰσθάνομαι χαλινῶν· δέδια, μὴ λελήθασιν ἡμᾶς οἱ πολέμιοι περιστάντες. ἀλλά τις προΐτω κατόπτης ἀπαγγελίαν ἡμῖν σαφῆ τῶν ἐνεστηκότων ποιησόμενος. εἴη δὲ ἐπὶ ψευδέσι μοι λελέχθαι τὰ εἰρημένα.” καὶ μὲν τάδε εἶπεν, 18.321καὶ ᾤχοντό τινες προσκοποῦντες τὸ γινόμενον καὶ τάχος παρελθόντες, “καὶ οὔτε αὐτὸς ψεύδῃ σαφὴς εἰκαστὴς εἶναι τῶν πρασσομένων τοῖς πολεμίοις οὔτε ἐκεῖνοι πλειόνως ἐπιτρέψειν ἤμελλον ἡμῖν ὑβριεῖν. 18.322περιειλήμμεθα δόλῳ μηδὲν βοσκημάτων διαφέροντες· τοσῆσδε ἵππου πλῆθος ἐπελαύνουσιν ἡμῖν ἐν ἀπορίᾳ χειρῶν κειμένοις διὰ τὸ κατείργεσθαι προαγορεύσει τῶν πατρίων εἰς τὸ ἀργεῖν.” 18.323 Ἀσιναῖος δὲ οὐκ ἄρα γνώμῃ τοῦ κατασκόπου κρίνειν ἔμελλεν ἐπὶ τοῖς ποιητέοις, ἀλλὰ νομιμώτερον ἡγησάμενος τοῦ ἐπʼ ἀπράκτοις τελευτῶντας εὐφραίνειν τοὺς πολεμίους τὸ ἀλκῆς δεξάμενος αὐτοὺς ὑπὲρ τῆς ἀνάγκης εἰς ἣν ἐνεπεπτώκει παρανομεῖν τιμωρίαν ἀπολαμβάνοι, εἰ δέοι τελευτᾶν, αὐτός τε ἀναλαμβάνει τὰ ὅπλα καὶ τοῖς σὺν αὐτῷ θάρσος ἐνεποίει τῆς ἐπὶ τὰ ὅμοια ἀρετῆς. 18.324ὁμόσε ἴασι τοῖς πολεμίοις, καὶ πολλοὺς κτείναντες αὐτῶν διὰ τὸ καταφρονοῦντας ὡς ἐπὶ τὰ ἕτοιμα χωρεῖν εἰς φυγὴν τρέπονται τὸ λοιπόν. 18.325

δὲ τῶν Πάρθων βασιλεύς, ἐπεὶ ἀφίκετο αὐτῷ ἀγγελία τῆς μάχης, ἐκπλαγεὶς τῷ τολμήματι τῶν ἀδελφῶν ἐπεθύμησεν αὐτοῖς ἐλθεῖν διʼ ὄψεως καὶ λόγων, καὶ πέμπει τὸν πιστότατον τῶν σωματοφυλάκων λέγοντα, 18.326ὅτι βασιλεὺς Ἀρτάβανος καίπερ ἠδικημένος ὑφʼ ὑμῶν ἐπιχειρήσεως αὐτοῦ τῇ ἀρχῇ γενομένης ἐν ἐλάσσονι τὴν καθʼ αὑτὸν ὀργὴν τῆς ὑμετέρας ἀρετῆς ποιησάμενος ἀπέστειλέν με δεξιάς τε καὶ πίστιν δώσοντα ὑμῖν, συγχωρῶν ἄδειάν τε καὶ ἀσυλίαν ὁδῶν, χρῄζων ἐπὶ φιλίᾳ προσχωρεῖν πρὸς αὐτὸν δόλου τε καὶ ἀπάτης χωρίς, δῶρά τε δώσειν ὑπισχνεῖται καὶ τιμήν, ἥτις ὑμῖν πρὸς τῇ νῦν οὔσῃ ἀρετῇ μελλήσει δυνάμει τῇ ἐκείνου ὠφελεῖν.” Ἀσιναῖος δὲ αὐτὸς μὲν ὑπερβάλλεται ὁδοὺς τὰς ἐκεῖ, 18.327τὸν ἀδελφὸν δὲ Ἀνιλαῖον ἐκπέμπει μετὰ δώρων ὁπόσα πορίσαι ἦν. καὶ μὲν ᾤχετο καὶ εἴσοδος αὐτῷ γίνεται παρὰ βασιλέα. Ἀρτάβανος δὲ ἐπεὶ θεᾶται τὸν Ἀνιλαῖον καταμόνας ἥκοντα, ἤρετο τὴν αἰτίαν τοῦ καὶ τὸν Ἀσιναῖον ἐφυστερηκότος. 18.328ἐπεὶ δὲ πυνθάνεται αὐτὸν δείσαντα ἐν τῷ ἕλει ὑπομένειν, δὲ τούς τε πατρῴους θεοὺς ἐπώμνυτο μηδὲν κακὸν δράσειν αὐτοὺς πίστει τῇ αὐτοῦ προσκεχωρηκότας, καὶ τὴν δεξιὰν ἐδίδου, ὅπερ μέγιστον παρὰ πᾶσιν τοῖς ἐκείνῃ βαρβάροις παράδειγμα τοῦ θαρσεῖν γίνεται τοῖς ὁμιλοῦσιν· 18.329οὐ γὰρ ἂν ψεύσαιτό τις δεξιῶν ὑπʼ αὐτοῦ δόσεων γενομένων οὐδὲ πιστεύειν ἐνδοιάσειεν, εἰ τοιᾶσδε ἀσφαλείας δόσις γίνοιτο παρὰ τῶν ἐν ὑποψίᾳ ἀδικήσειν καθεστηκότων. καὶ Ἀρτάβανος μὲν ταῦτα πράξας ἐκπέμπει τὸν Ἀνιλαῖον πείσοντα τὸν ἀδελφὸν ἐπανελθεῖν, 18.330ἔπρασσεν δὲ ταῦτα βασιλεὺς χρῄζων ἐνστομισμάτων τῇ ἀρετῇ τῶν Ἰουδαίων ἀδελφῶν εἰς φιλίαν κτήσασθαι τῶν ἐκείνου σατραπειῶν ἐν ἀποστάσει τε οὐσῶν καὶ διανοίᾳ τοῦ ἀποστησομένου μέλλων ἐλάσειν ἐπʼ αὐτούς. 18.331ἐδεδίει γάρ, μὴ καὶ περιεχομένου πολέμῳ τῷ ἐκείνῃ κατὰ χείρωσιν τῶν ἀφεστηκότων αὐξηθῶσιν ἐπὶ μέγα οἱ περὶ τὸν Ἀσιναῖον καὶ τὴν Βαβυλωνίαν ἤτοι γε συστήσονται ἐπʼ ἀκροάσει τῇ αὐτῶν καὶ τούτου γε ἀποτυχόντες τοῦ κακῶσαι μειζόνως οὐ διαμάρτοιεν. 18.332

μὲν δὴ ταῦτα διανοηθεὶς ἐκπέμπει τὸν Ἀνιλαῖον, δὲ πιθανὸς ἦν τῷ ἀδελφῷ τήν τε ἄλλην προθυμίαν εἰσηγούμενος τοῦ βασιλέως καὶ ὅρκιον τὸ γεγενημένον, ὥστε δὴ ἠπείγοντο ὡς τὸν Ἀρτάβανον. 18.333 δὲ ἡδονῇ αὐτοὺς δέχεται παραγενομένους ἐθαύμαζεν τε τὸν Ἀσιναῖον τοῦ ἐν ταῖς πράξεσιν εὐψύχου, θεωρῶν παντελῶς ὄντα ὀφθῆναι βραχύν τε καὶ τοῖς τὸ πρῶτον ὄψει συνελθοῦσιν ἐνδοῦναι καταφρονήματος ἀφορμὰς ὡς οὐδενὶ κρίνοιεν αὐτόν, φησί τε πρὸς τοὺς φίλους, ὡς μείζονα ἐν τῇ παραθέσει παρέχοιτο τὴν ψυχὴν τοῦ σώματος, παρά τε πότον δεικνὺς τὸν Ἀσιναῖον Ἀβδαγάσῃ τῷ αὐτοῦ στρατοπεδάρχῃ τό τε ὄνομα διασαφεῖ καὶ τὴν πᾶσαν ἀρετήν, χρῷτο εἰς πόλεμον. 18.334τοῦ δὲ Ἀβδαγάσου κελεύοντος συγχώρημα αὐτῷ γενέσθαι κτείναντα αὐτὸν ἄποινα ἀπολαβεῖν ὑπὲρ ὧν ὑβρίσειεν εἰς τὴν Παρθυαίων ἀρχήνἀλλʼ οὐκ ἄν, εἶπεν βασιλεύς, συγχώρημα διδοίην ἐπʼ ἀνδρὶ πίστει τῇ εἰς ἐμὲ τεθαρρηκότι καὶ προσέτι δεξιάν τε πέμψας καὶ θεῶν ὅρκοις πιθανὸς γενέσθαι σπουδάσας. 18.335εἰ δὲ ἀνὴρ τυγχάνεις τὰ πολέμια ἀγαθός, μηδὲν ἐπιορκίας χρῄζων τῆς ἐμῆς Παρθυαίων ἐκδίκει τὴν ἀρχὴν περιυβρισμένην· ἐπαναχωροῦντι γὰρ ἐπιθέμενος περιγίνου κράτει τῷ 18.336περὶ σὲ καὶ μετʼ ἀγνοίας τῆς ἐμῆς.” ἕωθεν δὲ μετακαλέσας τὸν Ἀσιναῖονὥρα σοι, φησίν, νεανία, χωρεῖν ἐπὶ τὰ σαυτοῦ, μὴ καὶ πλείοσιν τῶν ἐνθάδε στρατηγῶν τὴν ὀργὴν ἐρεθίσειας ἐπιχειρεῖν σου τῇ σφαγῇ καὶ δίχα γνώμης τῆς ἐμῆς. 18.337παρακαταθήκην δέ σοι δίδωμι τὴν Βαβυλωνίαν γῆν ἀλῄστευτόν τε καὶ ἀπαθῆ κακῶν ἐσομένην ὑπὸ τῶν σῶν φροντίδων. ἄξιον δέ μοι τυγχάνειν σου χρηστοῦ ἀνεπίκλητόν σοι παρασχόμενος τὴν ἐμαυτοῦ πίστιν, οὐκ 18.338ἐπὶ κούφοις ἀλλʼ ἐπὶ τοῖς εἰς σωτηρίαν ἀνακειμένοις.” ταῦτα εἰπὼν καὶ δῶρα δοὺς τοτηνίκα ἐκπέμπει τὸν Ἀσιναῖον. δὲ εἰς τὴν οἰκείαν παραγενόμενος φρούρια κατασκευάζει καὶ ὁπόσα πρότερον ὠχύρου, μέγας τε ἐν ὀλίγῳ γεγόνει καὶ οἷος οὐκ ἄλλος τῶν πρότερον ἐκ τοιαύτης ἀφορμῆς ἅψασθαι πραγμάτων ἐν τόλμῃ γεγονότων, 18.339Παρθυαίων τε αὐτὸν ἐθεράπευον οἱ ταύτῃ καταπεμπόμενοι στρατηγοί· μικρὸν γὰρ ἐδόκει καὶ τῆς κατʼ αὐτὸν ἧσσον ἀρετῆς ἐκ Βαβυλωνίων προϊοῦσα τιμή. ἦν τε ἐν ἀξιώματι καὶ δυνάμει, πάντα τε ἤδη τὰ ἐπὶ τῆς Μεσοποταμίας πρὸς αὐτὸν ἦρτο πράγματα, προύκοπτέν τε αὐτῶν εὐδαιμονία ἐπὶ ἔτη πεντεκαίδεκα. 18.340

Ἀκμαζόντων δὲ αὐτοῖς τῶν ἀγαθῶν ἀρχὴ αὐτοὺς ἐπικαταλαμβάνει κακῶν ἐκ τοιᾶσδε αἰτίας, ἐπειδὴ τὴν ἀρετήν, προύκοψαν ἐπὶ μέγα δυνάμεως, ἐκτρέπουσιν εἰς ὕβριν ἐπὶ παραβάσει τῶν πατρίων ὑπὸ ἐπιθυμιῶν καὶ ἡδονῆς ἐμπεσόντες τῶν Πάρθων τινί, στρατηγὸς δὲ ἀφίκετο τῶν ταύτῃ χωρίων, 18.341 δὴ καὶ εἵπετο γαμετὴ τά τε ἄλλα καὶ εἰς τὸ ἐπαινεῖσθαι προειληφυῖα πασῶν καὶ μείζονα ῥοπὴν ἐπʼ αὐτῷ λαμβάνουσα θαύματι τοῦ εὐπρεποῦς. 18.342ταύτης εἴτε ἀκοῇ τῆς εὐπρεπείας ἐκμαθὼν εἴτε καὶ ἄλλως αὐτόπτης γενόμενος Ἀνιλαῖος τοῦ Ἀσιναίου ἀδελφὸς ἐραστής τε ἐγεγόνει καὶ πολέμιος, τὸ μὲν ὑπὸ τοῦ μὴ ἄλλως ἐλπίζειν ἐκπράσσεσθαι τὴν σύνοδον τῆς γυναικὸς μὴ τὴν ἐξουσίαν ὡς ἐπʼ αὐτῇ κτηθείσῃ παραλαβών, τὸ δὲ ὑπὸ τοῦ δυσαντίλεκτον κρίνειν τὴν ἐπιθυμίαν. 18.343ἅμα τε οὖν πολέμιος ἐπʼ αὐτῆς ἀνὴρ κεχειροτόνητο κτείνων κιτιῶν καὶ μάχης ἐπάκτου γενομένης πεσόντος ἀνῃρημένου ἁλοῦσα ἐγεγάμητο τῷ ἐραστῇ. οὐ μὴν δίχα γε μεγάλων δυστυχιῶν Ἀνιλαίῳ τε ἅμα αὐτῷ καὶ Ἀσιναίῳ γυνὴ ἀφίκετο εἰς τὸν οἶκον αὐτῶν, ἀλλὰ σύν τινι μεγάλῳ κακῷ διὰ τοιαύτην αἰτίαν· 18.344ἐπεὶ γὰρ τἀνδρὸς τεθνηκότος αἰχμάλωτος ἤγετο, τὰ ἀφιδρύματα τῶν θεῶν, ἅπερ τῷ ἀνδρὶ καὶ αὐτῇ πατρῷα ἦν, ἐπιχώριον δὲ τοῖς ἐκείνῃ πᾶσίν ἐστιν ἐπί τε τῆς οἰκίας ἔχειν σεβάσματα καὶ ἰοῦσιν ἐπὶ ξένης συνεπάγεσθαι, περιστέλλουσα καὶ ταύτῃ τοῦ πατρίου τὸ ἐπʼ αὐτοῖς ἔθος συναπήγετο, καὶ τὸ μὲν πρῶτον λεληθότως αὐτῶν θρησκείαν ἐποιεῖτο, γαμετὴ δὲ ἀποδειχθεῖσα ἤδη τρόπῳ τῷ αὐτῆς εἰωθότι καὶ μεθʼ οἵων νομίμων ἐπὶ τοῦ προτέρου ἀνδρὸς ἐθεράπευεν αὐτούς. 18.345καὶ τῶν ἑταίρων οἱ μάλιστα τιμώμενοι παρʼ αὐτοῖς τὸ μὲν πρῶτον οὐδαμῶς πράσσοι Ἑβραϊκὰ οὐδὲ ὁπόσα νόμοις τοῖς αὐτῶν πρόσφορα γυναῖκα ἠγμένος ἀλλόφυλον καὶ παραβαίνουσαν θυσιῶν καὶ σεβασμῶν τῶν αὐτοῖς εἰωθότων τὴν ἀκρίβειαν· ὁρᾶν οὖν, μὴ τὰ πολλὰ τῇ ἡδονῇ τοῦ σώματος συγχωρῶν ἀπολέσειε τὴν ἀρχὴν τοῦ εὐπρεποῦς καὶ τὴν εἰς νῦν ὑπὸ τοῦ θείου προελθοῦσαν ἐξουσίαν. 18.346ἐπεὶ δὲ οὐδὲν ἐπέραινον, ἀλλὰ καί τινα αὐτῶν τὸν μάλιστα τιμώμενον ὅτι πλέονι παρρησίᾳ χρήσαιτο ἀπέκτεινε, καὶ ὃς θεώμενος εὐνοίας τε τῶν νόμων καὶ τοῦ κτείνοντος αὐτὸν τιμωρίαν ἐπηράσατο αὐτῷ τε Ἀνιλαίῳ καὶ Ἀσιναίῳ καὶ πᾶσιν ἑταίροις ὁμοίαν ὑπὸ τῶν ἐχθρῶν ἐπαχθεῖσαν γενέσθαι τελευτήν, 18.347τοῖς μὲν ὡς ἡγεμόσι παρανομιῶν γεγονόσι, τοῖς δέ, ὅτι μὴ βοηθοῖεν αὐτῷ τοιάδε πάσχοντι διὰ τὸ ἐκδικεῖν τοῖς νόμοις, οἱ δὲ ἐβαρύνοντο μέν, ἠνείχοντο δέ, μνημονεύοντες οὐκ ἐξ ἄλλης αἰτίας ἀλλʼ ἰσχύι τῇ ἐκείνων τῇ εὐδαιμονίᾳ συνελθόντες. 18.348ἐπεὶ δὲ καὶ τὴν θεραπείαν ἀκροῶνται τῶν θεῶν τῶν Παρθυαίοις τιμωμένων, οὐκέτι ἀνεκτὸν ἡγούμενοι τοῦ Ἀνιλαίου τὸ ὑβρίζον εἰς τοὺς νόμους ἐπὶ τὸν Ἀσιναῖον ἐλθόντες καὶ πλέονες ἤδη κατεβόων τοῦ Ἀνιλαίου, 18.349φάμενοι καλῶς ἔχειν, εἰ μὴ πρότερον κατʼ αὐτὸν ἑώρα τὸ ὠφελοῦν ἀλλὰ νῦν γοῦν ἐπιστροφὴν ποιεῖσθαι τοῦ γεγονότος πρὶν τὴν ἁμαρτίαν ἐκείνῳ τε καὶ πᾶσι τοῖς ἄλλοις γενέσθαι εἰς ὄλεθρον ἀνακειμένην, τόν τε γάμον τῆς ἀνθρώπου λέγοντες οὐ μετʼ αὐτῶν οὐδʼ αὐτοῖς εἰωθότων τεθεῖσθαι νόμων καὶ τὴν θρησκείαν ἣν ἐπιτηδεύοι γυνὴ ἐπʼ ἀτιμώσει θεοῦ τοῦ αὐτοῖς σεβασμίου πράσσεσθαι. 18.350 δὲ καὐτὸς ᾔδει μὲν τὴν ἁμαρτάδα τοῦ ἀδελφοῦ μεγάλων αἰτίαν οὖσαν κακῶν καὶ ἐσομένην, οὐ μὴν ἀπείχετό γε εὐνοίᾳ τοῦ συγγενοῦς νικώμενος καὶ συγγνώμην νέμων ὡς ὑπὸ κρείσσονος κακοῦ τῆς ἐπιθυμίας νικωμένου. 18.351ἐπεὶ δὲ πλείους τε ὁσημέραι συνεστρέφοντο καὶ πλείους ἦσαν αἱ καταβοαί, τηνικαῦτα δή φησιν περὶ αὐτῶν πρὸς Ἀνιλαῖον τοῖς τε πρῶτον γεγονόσιν ἐπιτιμῶν καὶ παύσασθαι τὸ λοιπὸν κελεύων τὴν ἄνθρωπον ἀποπεμψάμενον εἰς τοὺς συγγενεῖς. 18.352ἐπράσσετο δὲ οὐδὲν ἐκ τῶν λόγων· καὶ γυνὴ δὲ αἰσθανομένη μὲν τοῦ θροῦ τοῦ κατέχοντος τοὺς λαοὺς διʼ αὐτήν, δεδοικυῖα δὲ περὶ τοῦ Ἀνιλαίου, μὴ καί τι πάθοι ἔρωτι τῷ πρὸς αὐτήν, φάρμακον τῷ Ἀσιναίῳ δοῦσα ἐν τοῖς σιτίοις μεθίστατο τὸν ἄνθρωπον ἀδεής τε ἦν ἐπὶ κριτῇ τῶν περὶ αὐτὴν πραχθησομένων τῷ ἐραστῇ γενομένη. 18.353

Ἀνιλαῖος δὲ καταμόνας ἤδη τὴν ἡγεμονίαν παραλαβὼν ἐξάγει στρατιὰν ἐπὶ τὰς Μιθριδάτου κώμας ἀνδρὸς πρώτου ἐν τῇ Παρθυηνῇ καὶ βασιλέως Ἀρταβάνου τὴν θυγατέρα γεγαμηκότος, διὰ λείας τε ἦγεν αὐτάς, καὶ πολλὰ μὲν χρήματα καὶ ἀνδράποδα εὑρίσκεται, πολλὰ δὲ πρόβατα ἄλλα τε πολλὰ ὁπόσα ἐπὶ προσλήψει τοῦ εὐδαίμονος ὠφελεῖ τοῖς ἔχουσιν. 18.354Μιθριδάτης δέ, ἐτύγχανε γὰρ τῇδε ὤν, ἐπειδὴ ἀκούει τῶν κωμῶν τὴν ἅλωσιν ἐν δεινῷ φέρων, ὁπότε μὴ προάρξαντος ἀδικεῖν Ἀνιλαῖος ἄρξαιτο καὶ παρόντος τοῦ ἀξιώματος ὑπεριδών, ἱππέας συναγαγὼν πλείστους ὅσους ἐδύνατο καὶ τῶν πλείστων τοὺς ἐν ἡλικίᾳ παρῆν ὡς προσμίξων τοῖς περὶ τὸν Ἀνιλαῖον καὶ ἔν τινι κώμῃ τῶν αὐτοῦ σχὼν ἡσύχαζεν, ὡς τῇ ἐπιούσῃ μαχησόμενος διὰ τὸ εἶναι σαββάτων ἡμέραν τοῖς Ἰουδαίοις ἐν ἀργίᾳ διαγομένην. 18.355Ἀνιλαῖος δὲ ταῦτα πυθόμενος παρὰ ἀνδρὸς Σύρου ἀλλοφύλου ἐξ ἑτέρας κώμης τά τε ἄλλα φράζοντος ἀκριβῶς καὶ τὸ χωρίον, ἔνθα Μιθριδάτης ἤμελλεν δαίνυσθαι, δειπνοποιησάμενος καθʼ ὥραν ἤλαυνε νυκτὸς ἀμαθέσι τῶν ποιουμένων χρῄζων τοῖς Παρθυαίοις ἐπιπεσεῖν. 18.356καὶ περὶ τετάρτην φυλακὴν ἐπιπεσὼν τοὺς μὲν ἔτι κοιμωμένους ἀναιρεῖ τοὺς δὲ εἰς φυγὴν τρέπει, Μιθριδάτην δὲ ζωγρίᾳ λαβὼν ἦγεν ὡς αὐτὸν ἐπὶ ὄνον γυμνὸν ἀναθέμενος, ἥπερ ἀτιμιῶν μεγίστη νομίζεται παρὰ Παρθυαίοις. 18.357καταγαγὼν δὲ εἰς τὴν ὕλην μετὰ τοιοῦδε ὁρίσματος, καὶ κελευόντων τῶν φίλων ἀναιρεῖν τὸν Μιθριδάτην ἀνεδίδασκεν αὐτοὺς σπεύδων αὐτὸς ἐναντία· μὴ γὰρ καλῶς ἔχειν ἀναιρεῖν ἄνδρα γένους τε ὄντα τοῦ πρώτου παρὰ Παρθυαίοις καὶ ἐπιγαμίᾳ τῇ πρὸς τὸν βασιλέα μειζόνως τιμώμενον· 18.358νῦν μὲν γὰρ ἀνεκτὰ εἶναι τὰ πεπραγμένα· καὶ γὰρ εἰ περιύβρισται Μιθριδάτης, ἀλλʼ οὖν σωτηρίᾳ τῆς ψυχῆς εὐεργετούμενον χάριτος μνήσεσθαι τοῖς τὰ τοιάδε παρασχοῦσιν, 18.359παθόντος δέ τι ἀνήκεστον οὐκ ἀτρεμήσειν βασιλέα μὴ οὐ μεγάλην σφαγὴν Ἰουδαίων τῶν ἐν Βαβυλῶνι ποιησάμενον, ὧν φείδεσθαι καλῶς ἔχειν διά τε τὴν συγγένειαν καὶ διὰ τὸ μὴ ἀναστροφὴν εἶναι ἂν αὐτοῖς πταίσματός τινος γενομένου τὸ κατʼ ἐκείνους ἀκμῆς πληθύι χρώμενον. 18.360καὶ μὲν ταῦτα διανοηθεὶς καὶ φράσας ἐν τῷ συλλόγῳ πιθανὸς ἦν ἀφίεταί τε Μιθριδάτης, ἐλθόντα δὲ αὐτὸν ὠνείδιζεν γυνή, εἰ μὴ προμηθήσεται βασιλέως τε γαμβρὸς ὢν καὶ ταύτῃ τιμωρῶν τιμωρηθήσεσθαι τοὺς ὑβρίσαντας εἰς αὐτὸν περιορώμενος, 18.361ἀγαπῶν δὲ τὴν σωτηρίαν μετὰ αἰχμαλωσίαν ὑπὸ Ἰουδαίων ἀνδρῶν γενομένην· καὶ νῦν ἐπανάδραμε τὴν ἀρετήν, θεοὺς ἐπόμνυμι τοὺς βασιλείους μὴν παραλυθήσεσθαι 18.362τῆς πρὸς σὲ ἐπὶ γάμῳ κοινωνίας.” δὲ αὖ τοῦτο μὲν τῶν ὀνειδῶν τὴν καθʼ ἡμέραν ἀχθηδόνα μὴ φέρων, τοῦτο δὲ τῆς γυναικὸς τὴν μεγαλοφροσύνην δεδιώς, μὴ παραλύοιτο αὐτοῦ τῶν γάμων, ἄκων μὲν καὶ μὴ βουλόμενος συνάγει δʼ οὖν στρατὸν ὅσον ἐδύνατο πλεῖστον καὶ ἤλαυνεν οὐκ ἀνασχετὸν ὑπολαμβάνων ἔτι καὶ αὐτὸς τὴν σωτηρίαν, εἰ Παρθυαῖος ὢν ὑπὸ Ἰουδαίου περιωθοῖτο ἀντιπολεμοῦντος. 18.363

Ἀνιλαῖος δὲ ὡς μανθάνει προσελαύνοντα δυνάμει πολλῇ τὸν Μιθριδάτην ἄδοξον ἡγησάμενος τὸ μένειν ἐν τοῖς ἕλεσιν, ἀλλὰ μὴ φθάσας ὑπαντιάζειν τοὺς πολεμίους, εὐτυχίᾳ τε τῇ πρότερον ἐλπίζων ὅμοια πράξειν καὶ τήν τε ἀρετὴν τοῖς τολμῶσι καὶ εἰωθόσιν θαρρεῖν παρατυγχάνειν, ἐξῆγε τὴν δύναμιν. 18.364πολλοί τε πρὸς τῷ οἰκείῳ στρατῷ προσεγεγόνεσαν αὐτῷ καθʼ ἁρπαγὴν τῶν ἀλλοτρίων τραπησόμενοι καὶ ὄψει πᾶν προεκπλήξοντες τοὺς πολεμίους. 18.365προϊοῦσι δὲ αὐτοῖς εἰς σταδίους ἐνενήκοντα καὶ διὰ τῆς ἀνύδρου τῆς πορείας γενομένης καὶ μεσημβρίας τά τε ἄλλα περιῆν τότε τὸ δίψος καὶ Μιθριδάτης ἐπιφανεὶς προσέβαλε τεταλαιπωρημένοις ἀπορίᾳ τοῦ πιεῖν καὶ διʼ αὐτὸ καὶ τὴν ὥραν φέρειν τὰ ὅπλα μὴ δυναμένοις. 18.366τροπή τε οὖν γίνεται τῶν περὶ τὸν Ἀνιλαῖον διὰ τὸ ἀπηγορευκότας ἀκραιφνέσι προσφέρεσθαι καὶ φόνος πολὺς πολλαί τε μυριάδες ἔπεσον ἀνδρῶν, Ἀνιλαῖος δὲ καὶ ὅσον περὶ αὐτὸν ἦν συνεστηκὸς ἐπὶ τῆς ὕλης ἐπανεχώρουν φυγῇ μεγάλην νίκης τῆς ἐπʼ αὐτοῖς χαρὰν Μιθριδάτῃ παρεσχηκότες. 18.367Ἀνιλαίῳ δὲ προσῄει πλῆθος ἄπορον ἀνδρῶν πονηρῶν ἐν ὀλίγῳ τὴν σωτηρίαν ποιουμένων ῥᾳστώνης χάριτι τῆς εἰς τὸ παρόν, ὥστε ἀντανίσωμα τὴν τούτων πρόσοδον γενέσθαι πλῆθος τῶν ἀπολωλότων· οὐ μὴν ὅμοιοί γε ἦσαν τοῖς πεπτωκόσι διὰ τὸ ἀμελέτητον. 18.368οὐ μὴν ἀλλὰ καὶ ταύταις ἐπιφοιτᾷ ταῖς κώμαις τῶν Βαβυλωνίων ἀνάστατά τε ἦν πάντα ταῦτα ὑπὸ τῆς Ἀνιλαίου ὕβρεως. 18.369καὶ οἱ Βαβυλώνιοι καὶ οἱ ὄντες ἐν τῷ πολέμῳ πέμπουσιν ἐς τὰ Νέερδα πρὸς τοὺς ἐν αὐτῇ Ἰουδαίους Ἀνιλαῖον ἐξαιτούμενοι, καὶ μὴ δεξομένοις τὸν λόγον τοῦτον, οὐδὲ γὰρ βουλομένοις ἔκδοτον παρασχεῖν δυνηθῆναι, εἰρήνην προυκαλοῦντο· οἱ δὲ καὐτοὶ χρῄζειν ἔλεγον τῶν ἐπὶ τῆς εἰρήνης συμβάσεων καὶ πέμπουσι μετὰ τῶν Βαβυλωνίων ἄνδρας, οἳ διαλέξοιντο πρὸς τὸν Ἀνιλαῖον. 18.370οἱ δὲ Βαβυλώνιοι κατοπτίας αὐτοῖς γενομένης μαθόντες τὸ χωρίον, ἐν ἱδρυμένος Ἀνιλαῖος ἦν, ἐπιπεσόντες κρύφα νυκτὸς μεθύουσι καὶ καθʼ ὕπνον τετραμμένοις κτείνουσιν ἀδεῶς πάντας ὅσους ἐγκατέλαβον καὶ Ἀνιλαῖον αὐτόν. 18.371

Βαβυλώνιοι δὲ ἀπαλλαγέντες τῆς Ἀνιλαίου βαρύτητος, ἐπιστόμισμα γὰρ ἦν αὐτῶν μίσει τῷ πρὸς τοὺς Ἰουδαίους, ἀεὶ γὰρ ὡς ἐπὶ πολὺ διάφοροι καθεστήκεσαν αἰτίᾳ τῆς ἐναντιώσεως τῶν νόμων καὶ ὁποτέροις παραγένοιτο θαρρεῖν πρότεροι ἀλλήλων ἥπτοντο εἰ μὴ καὶ τότε οὖν ἀπολωλότων τῶν περὶ τὸν Ἀνιλαῖον ἐπετίθεντο τοῖς Ἰουδαίοις οἱ Βαβυλώνιοι. 18.372οἱ δʼ ἐν δεινῷ τιθέμενοι τὴν ὕβριν τὴν ἐκ τῶν Βαβυλωνίων καὶ μήτε ἀντιτάξασθαι μάχῃ δυνάμενοι μήτε ἀνεκτὸν ἡγούμενοι τὴν συνοικίαν ᾤχοντο εἰς Σελεύκειαν τῶν ἐκείνῃ πόλιν ἀξιολογωτάτην Σελεύκου κτίσαντος αὐτὴν τοῦ Νικάτορος. οἰκοῦσιν δʼ αὐτὴν πολλοὶ μὲν Μακεδόνων, πλεῖστοι δὲ Ἕλληνες, ἔστιν δὲ καὶ Σύρων οὐκ ὀλίγον τὸ ἐμπολιτευόμενον. 18.373εἰς μὲν δὴ ταύτην καταφεύγουσιν οἱ Ἰουδαῖοι καὶ ἐπὶ μὲν πέντε ἔτη ἀπαθεῖς κακῶν ἦσαν, τῷ δὲ ἕκτῳ ἔτει μετὰ τὸ πρῶτον φθορὰ ἐν Βαβυλῶνι ἐγένετο αὐτῶν καὶ καιναὶ κτίσεις ἐκ τῆς πόλεως καὶ διʼ αὐτὴν ἄφιξις εἰς τὴν Σελεύκειαν ἐκδέχεται μείζων αὐτοὺς συμφορὰ διʼ αἰτίαν, ἣν ἀφηγήσομαι. 18.374

Σελευκέων τοῖς Ἕλλησι πρὸς τοὺς Σύρους ὡς ἐπὶ πολὺ ἐν στάσει καὶ διχονοίᾳ ἐστὶν βίος καὶ κρατοῦσιν οἱ Ἕλληνες. τότε οὖν συνοικούντων αὐτοῖς Ἰουδαίων γενομένων ἐστασίαζον, καὶ οἱ Σύροι καθυπέρτεροι ἦσαν ὁμολογίᾳ τῇ Ἰουδαίων πρὸς αὐτοὺς φιλοκινδύνων τε ἀνδρῶν καὶ πολεμεῖν προθύμως ἐντεταγμένων. 18.375καὶ οἱ Ἕλληνες περιωθούμενοι τῇ στάσει καὶ μίαν ὁρῶντες αὐτοῖς ἀφορμὴν τοῦ ἀνασώσασθαι τὸ πρότερον ἀξίωμα, εἰ δυνηθεῖεν παῦσαι ταὐτὸν λέγοντας Ἰουδαίους καὶ Σύρους, διελέγοντο ἕκαστοι πρὸς τῶν Σύρων τοὺς αὐτοῖς συνήθεις πρὸ τοῦ γεγονότας εἰρήνην τε καὶ φιλίαν ὑπισχνούμενοι. 18.376οἱ δὲ ἐπείθοντο ἄσμενοι. ἐγίνοντο οὖν ἀφʼ ἑκατέρων λόγοι καὶ τῶν πρώτων παρʼ ἑκατέροις ἀνδρῶν πρασσόντων ἐπιδιαλλαγὰς τάχιστα σύμβασις ἐγένετο, ὁμονοήσαντές τε μέγα τεκμήριον ἑκάτεροι εὐνοίας παρʼ ἀλλήλοις ἠξίουν παρασχεῖν τὸ πρὸς τοὺς Ἰουδαίους ἔχθος, ἐπιπεσόντες τε αἰφνίδιον αὐτοῖς κτείνουσι μυριάδας ὑπὲρ πέντε ἀνδρῶν, ἀπώλοντό τε πάντες πλὴν εἴ τινες ἐλέῳ φίλων γειτόνων ἐπιχωρηθὲν αὐτοῖς ἔφυγον. 18.377τούτοις δὲ ἦν εἰς Κτησιφῶντα ἀποχώρησις πόλιν Ἑλληνίδα καὶ τῆς Σελευκείας πλησίον κειμένην, ἔνθα χειμάζει τε βασιλεὺς κατὰ πᾶν ἔτος καὶ πλείστη τῆς ἀποσκευῆς αὐτοῦ τῇδε ἀποκειμένη τυγχάνει. ἀσύνετα δὲ ἦν αὐτοῖς τὴν ἵδρυσιν πεποιημένοις τιμῇ τῆς βασιλείας Σελευκέων πεφροντικότων. 18.378ἐφοβήθη δὲ καὶ πᾶν τὸ τῇδε Ἰουδαίων ἔθνος τούς τε Βαβυλωνίους καὶ τοὺς Σελευκεῖς, ἐπειδὴ καὶ ὁπόσον ἦν Σύρων ἐμπολιτεῦον τοῖς τόποις ταὐτὸν ἔλεγον τοῖς Σελευκεῦσιν ἐπὶ πολέμῳ τῷ πρὸς τοὺς Ἰουδαίους. 18.379καὶ συνελέγησαν ὥστε πολὺ εἴς τε τὰ Νέερδα καὶ τὴν Νίσιβιν ὀχυρότητι τῶν πόλεων κτώμενοι τὴν ἀσφάλειαν, καὶ ἄλλως πληθὺς ἅπασα μαχίμων ἀνδρῶν κατοικεῖται. καὶ τὰ μὲν κατὰ Ἰουδαίους τοὺς ἐν τῇ Βαβυλωνίᾳ κατῳκημένους τοιαῦτα ἦν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17 Joseph. AJ 18 (English) >>Joseph. AJ 19

Powered by PhiloLogic